§3.64.1δῆλόν τε ἐποιήσατε οὐδὲ τότε τῶν Ἑλλήνων ἕνεκα μόνοι οὐ μηδίσαντες, ἀλλ’ ὅτι οὐδ᾽ Ἀθηναῖοι, ὑμεῖς δὲ τοῖς μὲν ταὐτὰ βουλόμενοι ποιεῖν, τοῖς δὲ τἀναντία.
而且你们也表明了,即使在当时,你们不是为了希腊人而唯独不投靠波斯,而是因为雅典人也没有投靠,你们希望与前者做同样的事,而与后者做相反的事。
§3.64.2καὶ νῦν ἀξιοῦτε, ἀφ’ ὧν δι’ ἑτέρους ἐγένεσθε ἀγαθοί, ἀπὸ τούτων ὠφελεῖσθαι. ἀλλ’ οὐκ εἰκός·
如今,你们还要求因他人之故而做出的立派行为中获得好处。
ὥσπερ δὲ Ἀθηναίους εἵλεσθε, τούτοις ξυναγωνίζεσθε, καὶ μὴ προφέρετε τὴν τότε γενομένην ξυνωμοσίαν ὡς χρὴ ἀπ’ αὐτῆς νῦν σῴζεσθαι.
但这是不合理的;既然你们选择了雅典人,就和他们并肩作战吧,不要抬出当时结成的同盟,以此要求现在凭它得救。
§3.64.3ἀπελίπετε γὰρ αὐτὴν καὶ παραβάντες ξυγκατεδουλοῦσθε μᾶλλον Αἰγινήτας καὶ ἄλλους τινὰς τῶν ξυνομοσάντων ἢ διεκωλύετε, καὶ ταῦτα οὔτε ἄκοντες ἔχοντές τε τοὺς νόμους οὕσπερ μέχρι τοῦ δεῦρο καὶ οὐδενὸς ὑμᾶς βιασαμένου ὥσπερ ἡμᾶς.
因为你们背弃了它,并且违反了它,不仅没有阻止,反而更参与了对埃吉纳人以及其他一些宣誓立约者的奴役。 而且,这既非违背你们的意愿,你们也一直保持着延续至今的法律,并且不像我们那样受到任何人的强迫。
τὴν τελευταίαν τε πρὶν περιτειχίζεσθαι πρόκλησιν ἐς ἡσυχίαν ἡμῶν, ὥστε μηδετέροις ἀμύνειν, οὐκ ἐδέχεσθε.
而在你们被包围之前,我们向你们提出保持中立、不援助任何一方的最后提议,你们也没有接受。
§3.64.4τίνες ἂν οὖν ὑμῶν δικαιότερον πᾶσι τοῖς Ἕλλησι μισοῖντο, οἵτινες ἐπὶ τῷ ἐκείνων κακῷ ἀνδραγαθίαν προύθεσθε;
那么,有谁比你们更应当受到所有希腊人的憎恨呢? 你们竟在他们的灾难中炫耀自己的英勇。
καὶ ἃ μέν ποτε χρηστοὶ ἐγένεσθε, ὡς φατέ, οὐ προσήκοντα νῦν ἐπεδείξατε, ἃ δὲ ἡ φύσις αἰεὶ ἐβούλετο, ἐξηλέγχθη ἐς τὸ ἀληθές· μετὰ γὰρ Ἀθηναίων ἄδικον ὁδὸν ἰόντων ἐχωρήσατε.
你们自称曾经做过的那些体面之事,如今已被你们证明是不相称的,而你们本性中一直渴望的东西,现在已被证实为真;因为你们同走在不义之路上的雅典人并肩前行。
§3.64.5‘τὰ μὲν οὖν ἐς τὸν ἡμέτερόν τε ἀκούσιον μηδισμὸν καὶ τὸν ὑμέτερον ἑκούσιον ἀττικισμὸν τοιαῦτα ἀποφαίνομεν·
‘关于我们被迫投靠波斯和你们自愿投靠雅典的情况,我们便做如上表明。