Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §3.56.1-3.56.7

击退底比斯的自卫正当性与对斯巴达公正的呼吁

第 305 段,共 917 段 · 希腊语

内容简介

普拉提亚人申明自己反击底比斯人袭击的正当性,并重申其在希波战争中保卫希腊的功绩,力劝斯巴达人依据一贯的正义而非眼前的利益做出公正审判。

§3.56.1‘Θηβαῖοι δὲ πολλὰ μὲν καὶ ἄλλα ἡμᾶς ἠδίκησαν, τὸ δὲ τελευταῖον αὐτοὶ ξύνιστε, δι’ ὅπερ καὶ τάδε πάσχομεν.
“底比斯人在许多其他事情上对我们犯下了不义,但关于最近的一件,你们自己也是清楚的,这正是我们如今遭受这些苦难的原因。
§3.56.2πόλιν γὰρ αὐτοὺς τὴν ἡμετέραν καταλαμβάνοντας ἐν σπονδαῖς καὶ προσέτι ἱερομηνίᾳ ὀρθῶς τε ἐτιμωρησάμεθα κατὰ τὸν πᾶσι νόμον καθεστῶτα, τὸν ἐπιόντα πολέμιον ὅσιον εἶναι ἀμύνεσθαι, καὶ νῦν οὐκ ἂν εἰκότως δι’ αὐτοὺς βλαπτοίμεθα.
因为当他们企图在停战协定期间、甚至是圣月期间占领我们的城市时,我们依照万民公认的既定法律,正当地惩罚了他们——这条法律规定击退来犯的敌人是神圣的义务;如今我们不应当因为他们而无理地蒙受损失。
§3.56.3εἰ γὰρ τῷ αὐτίκα χρησίμῳ ὑμῶν τε καὶ ἐκείνων πολεμίῳ τὸ δίκαιον λήψεσθε, τοῦ μὲν ὀρθοῦ φανεῖσθε οὐκ ἀληθεῖς κριταὶ ὄντες, τὸ δὲ ξυμφέρον μᾶλλον θεραπεύοντες.
如果你们以自己眼前的利益和他们作为敌人的事实来衡量正义,你们就会显得不是真正公正的裁判者,而是在迎合自己的私利。
§3.56.4καίτοι εἰ νῦν ὑμῖν ὠφέλιμοι δοκοῦσιν εἶναι, πολὺ καὶ ἡμεῖς καὶ οἱ ἄλλοι Ἕλληνες μᾶλλον τότε ὅτε ἐν μείζονι κινδύνῳ ἦτε.
然而,如果他们现在看起来对你们有用,那么在你们处于更大危险的过去,我们和其他希腊人对你们的用处要大得多。
νῦν μὲν γὰρ ἑτέροις ὑμεῖς ἐπέρχεσθε δεινοί, ἐν ἐκείνῳ δὲ τῷ καιρῷ, ὅτε πᾶσι δουλείαν ἐπέφερεν ὁ βάρβαρος, οἵδε μετ’ αὐτοῦ ἦσαν.
因为现在你们是以可怕的进攻者姿态向他人进军,但在那个异族企图奴役所有人的危急时刻,这些人却站在异族一边。
§3.56.5καὶ δίκαιον ἡμῶν τῆς νῦν ἁμαρτίας, εἰ ἄρα ἡμάρτηταί τι, ἀντιθεῖναι τὴν τότε προθυμίαν·
因此,将我们当时的满腔热忱与我们如今的过错(如果确实犯了什么错的话)相对照,才是公正的;你们会发现前者比后者分量更重,且那是发生在希腊人中很少有人敢于以勇气对抗薛西斯大军的时期。
καὶ μείζω τε πρὸς ἐλάσσω εὑρήσετε καὶ ἐν καιροῖς οἷς σπάνιον ἦν τῶν Ἑλλήνων τινὰ ἀρετὴν τῇ Ξέρξου δυνάμει ἀντιτάξασθαι, ἐπῃνοῦντό τε μᾶλλον οἱ μὴ τὰ ξύμφορα πρὸς τὴν ἔφοδον αὑτοῖς ἀσφαλείᾳ πράσσοντες, ἐθέλοντες δὲ τολμᾶν μετὰ κινδύνων τὰ βέλτιστα.
当时,人们更赞美那些不为了自身安全而在入侵面前谋求私利、而是愿意在危险中冒险选择最崇高道路的人。
§3.56.6ὧν ἡμεῖς γενόμενοι καὶ τιμηθέντες ἐς τὰ πρῶτα νῦν ἐπὶ τοῖς αὐτοῖς δέδιμεν μὴ διαφθαρῶμεν, Ἀθηναίους ἑλόμενοι δικαίως μᾶλλον ἢ ὑμᾶς κερδαλέως.
我们曾是这群人中的一员,并获得了极高的荣誉,但如今我们却害怕因为同样的事情而遭到毁灭,因为我们公正地选择了雅典人,而非唯利是图地选择你们。
§3.56.7καίτοι χρὴ ταὐτὰ περὶ τῶν αὐτῶν ὁμοίως φαίνεσθαι γιγνώσκοντας, καὶ τὸ ξυμφέρον μὴ ἄλλο τι νομίσαι ἢ τῶν ξυμμάχων τοῖς ἀγαθοῖς ὅταν αἰεὶ βέβαιον τὴν χάριν τῆς ἀρετῆς ἔχωσι καὶ τὸ παραυτίκα που ὑμῖν ὠφέλιμον καθιστῆται.
然而,你们应该在同样的事情上表现出一贯的见解,并且认为,所谓的利益无非是当你们对优秀盟友的德行始终保持坚定的感激,且同时这在目前对你们也有所助益的状态。 ”

词汇与语法注释

  1. 3.56.2τὸν ἐπιόντα πολέμιον ὅσιον εἶναι ἀμύνεσθαι — 带有 `ὅσιον` 的不定式 `εἶναι` 构成非人称表达(“……是神圣的义务”),作为 `τὸν πᾶσι νόμον` 的同格或内容说明。`ἀμύνεσθαι` 意为“击退(来犯之敌)”。
  2. 3.56.3τῷ αὐτίκα χρησίμῳ ὑμῶν τε καὶ ἐκείνων πολεμίῳ — 准则或手段的与格,由两个并列部分组成:`τῷ αὐτίκα χρησίμῳ ὑμῶν`(你们眼前的利益)和 `ἐκείνων [τῷ] πολεμίῳ`(那些人[雅典人]身为敌人的事实)。它们共同构成了判定正义时的功利主义标准。
  3. 3.56.5ἡμῶν τῆς νῦν ἁμαρτίας ... ἀντιθεῖναι — 意为“对照、对比”的动词 `ἀντιθεῖναι` 在此处支配了宾格(`τὴν τότε προθυμίαν`)和属格(`ἡμῶν τῆς νῦν ἁμαρτίας`)。由于含有比较的语气,此处使用了属格而非通常的与格。
  4. 3.56.7τῶν ξυμμάχων τοῖς ἀγαθοῖς ὅταν αἰεὶ βέβαιον τὴν χάριν τῆς ἀρετῆς ἔχωσι — 连接词 `ὅταν` 从句中动词 `ἔχωσι` 的主语是省略的 `ὑμᾶς`(斯巴达人)。`τῶν ξυμμάχων τοῖς ἀγαθοῖς` 是表示态度对象的与格(“对优秀的盟友”),整句意为“当你们对优秀盟友的德行始终保持坚定的感激之时”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §3.56.1-3.56.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.56.1-3.56.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。