Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §3.55.1-3.55.4

普拉提亚人辩解与雅典结盟的正当性

第 304 段,共 917 段 · 希腊语

内容简介

普拉提亚人辩称,斯巴达过去拒绝其结盟请求是促使他们与雅典结盟的原因,他们捍卫了对雅典忠诚的合理性,并指出盟友行为的责任在于领导国而非追随者。

§3.55.1‘καὶ τὰ μὲν παλαιὰ καὶ μέγιστα τοιοῦτοι ἠξιώσαμεν εἶναι, πολέμιοι δὲ ἐγενόμεθα ὕστερον.
“在过去的历史中以及最重要的事情上,我们都自许为这样的人,但后来我们成为了敌人。
ὑμεῖς δὲ αἴτιοι· δεομένων γὰρ ξυμμαχίας ὅτε Θηβαῖοι ἡμᾶς ἐβιάσαντο, ὑμεῖς ἀπεώσασθε καὶ πρὸς Ἀθηναίους ἐκελεύετε τραπέσθαι ὡς ἐγγὺς ὄντας, ὑμῶν δὲ μακρὰν ἀποικούντων.
然而,责任在你们;因为当底比斯人武力压迫我们、我们请求同盟时,你们拒绝了我们,并命令我们投奔雅典人,理由是他们离得近,而你们住得远。
§3.55.2ἐν μέντοι τῷ πολέμῳ οὐδὲν ἐκπρεπέστερον ὑπὸ ἡμῶν οὔτε ἐπάθετε οὔτε ἐμελλήσατε.
然而,在这场战争中,你们既没有从我们这里遭受任何过分的对待,也没有遭受这种对待的可能。
§3.55.3εἰ δ’ ἀποστῆναι Ἀθηναίων οὐκ ἠθελήσαμεν ὑμῶν κελευσάντων, οὐκ ἠδικοῦμεν· καὶ γὰρ ἐκεῖνοι ἐβοήθουν ἡμῖν ἐναντία Θηβαίοις ὅτε ὑμεῖς ἀπωκνεῖτε, καὶ προδοῦναι αὐτοὺς οὐκέτι ἦν καλόν, ἄλλως τε καὶ οὓς εὖ παθών τις καὶ αὐτὸς δεόμενος προσηγάγετο ξυμμάχους καὶ πολιτείας μετέλαβεν, ἰέναι δὲ ἐς τὰ παραγγελλόμενα εἰκὸς ἦν προθύμως.
如果在你们命令我们时,我们不愿背弃雅典人,我们并没有做错;因为当你们退缩时,正是他们协助我们对抗底比斯人,而背叛他们已不再是高尚的行为,尤其是对于那些曾给过我们恩惠、且我们自身在急需时引入作为盟友并分享了公民权的人,我们热切地顺从他们的指令才是合情合理的。
§3.55.4ἃ δὲ ἑκάτεροι ἐξηγεῖσθε τοῖς ξυμμάχοις, οὐχ οἱ ἑπόμενοι αἴτιοι εἴ τι μὴ καλῶς ἐδρᾶτο, ἀλλ’ οἱ ἄγοντες ἐπὶ τὰ μὴ ὀρθῶς ἔχοντα.
至于你们双方引导盟友的那些方针,如果有什么事情做得不妥,那不是追随者的责任,而是将他们引向错误方向的领导者的责任。

词汇与语法注释

  1. 3.55.1δεομένων — 尽管这是属格绝对结构,但其逻辑主语第一人称复数代词 ἡμῶν(我们)被省略了。
  2. 3.55.2οὔτε ἐμελλήσατε — 在动词 μέλλω(将要、可能)后面省略了与前句动词 ἐπάθετε(遭受)相对应的不定式 παθεῖν。其意为“你们也没有可能遭受[任何此类对待]”。
  3. 3.55.3οὓς εὖ παθών τις — 关系代词 οὓς 的先行词被省略了(如 ἀνθρώπους 或 ἐκείνους)。不定代词 τις(有人、某人)用于将“受惠者”的义务普遍化,实际上指代普拉提亚人自身。
  4. 3.55.4ἃ δὲ ἑκάτεροι ἐξηγεῖσθε — 关系代词 ἃ(中性复数)没有明确的先行词,前置形成名词性从句,意为“至于你们双方所引导的那些方针”,在句中充当表示范围或关系的对格。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §3.55.1-3.55.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.55.1-3.55.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。