Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §3.57.1-3.57.4

诉诸斯巴达声誉与乞求宽恕

第 306 段,共 917 段 · 希腊语

内容简介

普拉提亚人警告斯巴达人,若做出不公正判决将遭到希腊舆论的谴责,并通过对比昔日功绩与如今绝境,向作为唯一希望的斯巴达人乞求宽恕。

§3.57.1‘προσκέψασθέ τε ὅτι νῦν μὲν παράδειγμα τοῖς πολλοῖς τῶν Ἑλλήνων ἀνδραγαθίας νομίζεσθε· εἰ δὲ περὶ ἡμῶν γνώσεσθε μὴ τὰ εἰκότα (οὐ γὰρ ἀφανῆ κρινεῖτε τὴν δίκην τήνδε, ἐπαινούμενοι δὲ περὶ οὐδ’ ἡμῶν μεμπτῶν), ὁρᾶτε ὅπως μὴ οὐκ ἀποδέξωνται ἀνδρῶν ἀγαθῶν πέρι αὐτοὺς ἀμείνους ὄντας ἀπρεπές τι ἐπιγνῶναι, οὐδὲ πρὸς ἱεροῖς τοῖς κοινοῖς σκῦλα ἀπὸ ἡμῶν τῶν εὐεργετῶν τῆς Ἑλλάδος ἀνατεθῆναι.
“此外,请你们考虑,现在你们被大多数希腊人视为英勇的典范;但如果你们对我们做出不公的判决(因为你们主持的这场审判并非在暗中进行,而是你们这些备受赞誉的人,在对我们这些并无过错的人做出裁决),那么,像你们这样优秀的善人,竟对同样是善人的人做出不体面的判决,你们必须小心,免得人们对此不予容忍,也免得从我们这些希腊的恩人身上夺取的战利品,被供奉在各邦共同的神殿里。
§3.57.2δεινὸν δὲ δόξει εἶναι Πλάταιαν Λακεδαιμονίους πορθῆσαι, καὶ τοὺς μὲν πατέρας ἀναγράψαι ἐς τὸν τρίποδα τὸν ἐν Δελφοῖς δι’ ἀρετὴν τὴν πόλιν, ὑμᾶς δὲ καὶ ἐκ παντὸς τοῦ Ἑλληνικοῦ πανοικεσίᾳ διὰ Θηβαίους ἐξαλεῖψαι.
斯巴达人毁灭普拉提亚,这将显得是一件骇人听闻的事;你们的父辈因这个城市的功绩而将其名刻在德尔斐的鼎上,而你们却为了底比斯人的缘故,将它连根拔起,从整个希腊世界中彻底抹去。
§3.57.3ἐς τοῦτο γὰρ δὴ ξυμφορᾶς προκεχωρήκαμεν, οἵτινες Μήδων τε κρατησάντων ἀπωλλύμεθα καὶ νῦν ἐν ὑμῖν τοῖς πρὶν φιλτάτοις Θηβαίων ἡσσώμεθα καὶ δύο ἀγῶνας τοὺς μεγίστους ὑπέστημεν, τότε μέν, τὴν πόλιν εἰ μὴ παρέδομεν, λιμῷ διαφθαρῆναι, νῦν δὲ θανάτου δίκῃ κρίνεσθαι.
我们确实已经落到了这般不幸的境地:在波斯人得势时,我们濒临灭亡;而现在,在你们这些昔日最亲密的朋友面前,我们却被底比斯人击败,并承受了两次最大的考验:一次是在过去,如果我们不交出城市,就会被饥饿毁灭;而现在,我们却要接受死刑的审判。
§3.57.4καὶ περιεώσμεθα ἐκ πάντων Πλαταιῆς οἱ παρὰ δύναμιν πρόθυμοι ἐς τοὺς Ἕλληνας ἐρῆμοι καὶ ἀτιμώρητοι·
我们这些普拉提亚人,曾超越自身能力、满腔热忱地为希腊人效力,如今却被所有人抛弃,孤立无援。
καὶ οὔτε τῶν τότε ξυμμάχων ὠφελεῖ οὐδείς, ὑμεῖς τε, ὦ Λακεδαιμόνιοι, ἡ μόνη ἐλπίς, δέδιμεν μὴ οὐ βέβαιοι ἦτε.
当时的盟友中没有一个人伸出援手;而你们,斯巴达人,我们唯一的希望,我们真担心你们也不足以为靠。 ”

词汇与语法注释

  1. §3.57.1ὁρᾶτε ὅπως μὴ οὐκ ἀποδέξωνται — ὁρᾶτε ὅπως μὴ οὐ 表达担忧或警告(“小心免得……不”)。动词 ἀποδέξωνται(其主语是普通的希腊大众)带两个“对格加不定式”结构作为宾语:αὐτοὺς ... ἐπιγνῶναι(“你们自己做出不体面的判决”)和 ἀνατεθῆναι(“战利品被供奉”)。其中 αὐτοὺς 指斯巴达人,与 ἀμείνους ὄντας(“作为更优秀的人”)一致,而 ἀνδρῶν ἀγαθῶν πέρι(“关于善人”)则指普拉提亚人。
  2. §3.57.2καὶ τοὺς μὲν πατέρας ἀναγράψαι ... ὑμᾶς δὲ ... ἐξαλεῖψαι — 由无人称表达 δεινὸν δὲ δόξει εἶναι(“……将显得是一件可怕的事”)引导的对格加不定式结构。主语 τοὺς μὲν πατέρας 与 ὑμᾶς δέ 形成对比,突出了祖先的荣耀行为(ἀναγράψαι)与当代斯巴达人的毁灭行为(ἐξαλεῖψαι)之间的强烈反差。
  3. §3.57.3οἵτινες Μήδων τε κρατησάντων ἀπωλλύμεθα — 关系代词 οἵτινες 引导一个原因或特征从句,修饰主句主语“我们”(“我们这些……的人”)。未完成过去时 ἀπωλλύμεθα 表达过去险些发生、处于边缘的状态(“险些灭亡”),并与现在时态的 ἡσσώμεθα(“正屈服于”)形成时态上的对比。
  4. §3.57.4δέδιμεν μὴ οὐ βέβαιοι ἦτε — 由表示担忧的动词 δέδιμεν(“我们害怕”)引导的从句。μὴ οὐ 接虚拟式表示“担心……不”(相当于拉丁语的 vereor ne non),在此表达了对斯巴达人“可能不足以为靠(不坚定)”的忧虑。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §3.57.1-3.57.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.57.1-3.57.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。