§3.48.1‘ὑμεῖς δὲ γνόντες ἀμείνω τάδε εἶναι καὶ μήτε οἴκτῳ πλέον νείμαντες μήτ’ ἐπιεικείᾳ, οἷς οὐδὲ ἐγὼ ἐῶ προσάγεσθαι, ἀπ’ αὐτῶν δὲ τῶν παραινουμένων πείθεσθέ μοι Μυτιληναίων οὓς μὲν Πάχης ἀπέπεμψεν ὡς ἀδικοῦντας κρῖναι καθ’ ἡσυχίαν, τοὺς δ’ ἄλλους ἐᾶν οἰκεῖν.
“而你们应当判断此项提议更为优越,既不要对怜悯和宽大给予过多的考虑——对此我自己也不允许你们被其左右——而只需根据这些建议本身来听从我:对于帕克斯作为罪人送来的那些米蒂利尼人,应当心平气和地进行审判;而让其余的人继续在城中居住。
§3.48.2τάδε γὰρ ἔς τε τὸ μέλλον ἀγαθὰ καὶ τοῖς πολεμίοις ἤδη φοβερά·
因为这种做法既对未来有益,也已经令敌人感到恐惧。
ὅστις γὰρ εὖ βουλεύεται πρὸς τοὺς ἐναντίους κρείσσων ἐστὶν ἢ μετ’ ἔργων ἰσχύος ἀνοίᾳ ἐπιών.
因为,对敌人进行周密筹划的人,比那些伴随着愚蠢而仅凭武力发起攻击的人更为强大。
’
”