Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §3.49.1-3.49.4

急使船的追赶与米蒂利尼免遭屠城

第 298 段,共 917 段 · 希腊语

内容简介

雅典公民大会以微弱优势通过了迪奥多托斯的温和提案,并随即派出一艘急使船去追赶运送屠杀命令的前一艘船。在船员不眠不休的努力和好运的眷顾下,后一艘船在帕克斯即将执行命令前的一刹那赶到米蒂利尼,千钧一发之际阻止了全城毁灭。

§3.49.1τοιαῦτα δὲ ὁ Διόδοτος εἶπεν.
迪奥多托斯如此说道。
ῥηθεισῶν δὲ τῶν γνωμῶν τούτων μάλιστα ἀντιπάλων πρὸς ἀλλήλας οἱ Ἀθηναῖοι ἦλθον μὲν ἐς ἀγῶνα ὅμως τῆς δόξης καὶ ἐγένοντο ἐν τῇ χειροτονίᾳ ἀγχώμαλοι, ἐκράτησε δὲ ἡ τοῦ Διοδότου.
在这两种截然相反的意见提出之后,雅典人尽管如此,仍在意见的选择上陷入了激烈的争执,在举手表决时双方票数几乎势均力敌,但最终迪奥多托斯的提议占了上风。
§3.49.2καὶ τριήρη εὐθὺς ἄλλην ἀπέστελλον κατὰ σπουδήν, ὅπως μὴ φθασάσης τῆς προτέρας εὕρωσι διεφθαρμένην τὴν πόλιν· προεῖχε δὲ ἡμέρᾳ καὶ νυκτὶ μάλιστα.
于是他们立即急忙派遣了另一艘三段卡特船,以免由于前一艘船先到达而发现该城已被毁灭;而前一艘船大约领先了一昼夜的时间。
§3.49.3παρασκευασάντων δὲ τῶν Μυτιληναίων πρέσβεων τῇ νηὶ οἶνον καὶ ἄλφιτα καὶ μεγάλα ὑποσχομένων, εἰ φθάσειαν, ἐγένετο σπουδὴ τοῦ πλοῦ τοιαύτη ὥστε ἤσθιόν τε ἅμα ἐλαύνοντες οἴνῳ καὶ ἐλαίῳ ἄλφιτα πεφυραμένα, καὶ οἱ μὲν ὕπνον ᾑροῦντο κατὰ μέρος, οἱ δὲ ἤλαυνον.
由于米蒂利尼的使节为该船准备了美酒和大麦粉,并许诺如果他们能先到达就给予巨额赏赐,航行的紧迫程度竟达到了如此地步:他们一边划桨,一边吃着混着酒和油捏成的大麦面团;一些人轮流睡觉,另一些人则继续划桨。
§3.49.4κατὰ τύχην δὲ πνεύματος οὐδενὸς ἐναντιωθέντος καὶ τῆς μὲν προτέρας νεὼς οὐ σπουδῇ πλεούσης ἐπὶ πρᾶγμα ἀλλόκοτον, ταύτης δὲ τοιούτῳ τρόπῳ ἐπειγομένης, ἡ μὲν ἔφθασε τοσοῦτον ὅσον Πάχητα ἀνεγνωκέναι τὸ ψήφισμα καὶ μέλλειν δράσειν τὰ δεδογμένα, ἡ δ᾽ ὑστέρα αὐτῆς ἐπικατάγεται καὶ διεκώλυσε μὴ διαφθεῖραι.
幸运的是,由于没有任何逆风阻碍,而且前一艘船因执行如此骇人听闻的任务而并未急于航行,而这第二艘船却以此种方式急起直追,结果前一艘船仅仅领先了极短的时间——只够帕克斯读完决议并正要执行已定惩罚,而那后一艘船紧接着它靠岸,阻止了这场毁灭。
παρὰ τοσοῦτον μὲν ἡ Μυτιλήνη ἦλθε κινδύνου.
米蒂利尼就是这样经历了一场生死一线的危险。

词汇与语法注释

  1. §3.49.2φθασάσης τῆς προτέρας — 属格独立分词短语 `φθασάσης τῆς προτέρας`(前一艘船先到达)嵌套在目的从句 `ὅπως ... εὕρωσι` 之中。动词 `φθάνω` 带有“抢先、在……之前”的意思,用以修饰后续的“发现城市已被毁灭”。
  2. §3.49.4ἔφθασε τοσοῦτον ὅσον Πάχητα ἀνεγνωκέναι τὸ ψήφισμα καὶ μέλλειν δράσειν τὰ δεδογμένα — 关联结构 `τοσοῦτον ὅσον`(仅到……的程度)后接不定式短语 `ἀνεγνωκέναι ... καὶ μέλλειν`,其宾格主语为 `Πάχητα(Paches/Πάχητα)`。直译为“前一艘船领先的时间,仅仅够帕克斯读完决议并正准备执行决定”,生动地表现了两艘船抵达的时间差之短,形势之紧迫。
  3. §3.49.4διεκώλυσε μὴ διαφθεῖραι — 具有阻碍或阻止含义的动词 `διεκώλυσε`(阻止了)后接带有冗余否定词 `μή` 的不定式 `διαφθεῖραι`(毁灭)。在希腊语语法中,表示否定或阻碍的动词后常加 `μή`,在翻译成现代语言时应译为肯定的“阻止了毁灭”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §3.49.1-3.49.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.49.1-3.49.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。