Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §3.46.1-3.46.6

严刑的弊端与提倡事前防范及事后宽大

第 295 段,共 917 段 · 希腊语

内容简介

狄奥多图斯指出,严酷的死刑非但不能遏制叛乱,反而会使敌人顽抗到底,给雅典带来财政损失;他主张事前严加防范,事后宽大处理。

§3.46.1‘οὔκουν χρὴ οὔτε τοῦ θανάτου τῇ ζημίᾳ ὡς ἐχεγγύῳ πιστεύσαντας χεῖρον βουλεύσασθαι οὔτε ἀνέλπιστον καταστῆσαι τοῖς ἀποστᾶσιν ὡς οὐκ ἔσται μεταγνῶναι καὶ ὅτι ἐν βραχυτάτῳ τὴν ἁμαρτίαν καταλῦσαι.
“因此,我们既不应当相信死刑是可靠的保证而做出更糟的决定,也不应当让那些叛乱者陷入绝境,仿佛他们绝无可能悔改并在最短的时间内消除他们的罪过。
§3.46.2σκέψασθε γὰρ ὅτι νῦν μέν, ἤν τις καὶ ἀποστᾶσα πόλις γνῷ μὴ περιεσομένη, ἔλθοι ἂν ἐς ξύμβασιν δυνατὴ οὖσα ἔτι τὴν δαπάνην ἀποδοῦναι καὶ τὸ λοιπὸν ὑποτελεῖν·
因为请考虑一下:现在,即使某个城邦在叛乱后意识到自己无法取胜,它还可能在仍有能力支付战费并继续缴纳贡赋的情况下达成协议。
ἐκείνως δὲ τίνα οἴεσθε ἥντινα οὐκ ἄμεινον μὲν ἢ νῦν παρασκευάσεσθαι, πολιορκίᾳ δὲ παρατενεῖσθαι ἐς τοὔσχατον, εἰ τὸ αὐτὸ δύναται σχολῇ καὶ ταχὺ ξυμβῆναι;
但在另一种情况下,你们认为有哪一个城邦不会比现在更充分地进行准备,并在包围中坚持到最后一刻呢? 如果迟早投降的结果都是一样的话。
§3.46.3ἡμῖν τε πῶς οὐ βλάβη δαπανᾶν καθημένοις διὰ τὸ ἀξύμβατον καί, ἢν ἕλωμεν, πόλιν ἐφθαρμένην παραλαβεῖν καὶ τῆς προσόδου τὸ λοιπὸν ἀπ’ αὐτῆς στέρεσθαι;
而对于我们来说,如果由于不相妥协而坐守围城、耗费军资,并且在攻克之后,接管的却是一座荒废的城邦,从此失去来自它的岁入,这难道不是一种损失吗?
ἰσχύομεν δὲ πρὸς τοὺς πολεμίους τῷδε.
而我们对付敌人,靠的正是在这方面的力量。
§3.46.4ὥστε οὐ δικαστὰς ὄντας δεῖ ἡμᾶς μᾶλλον τῶν ἐξαμαρτανόντων ἀκριβεῖς βλάπτεσθαι ἢ ὁρᾶν ὅπως ἐς τὸν ἔπειτα χρόνον μετρίως κολάζοντες ταῖς πόλεσιν ἕξομεν ἐς χρημάτων λόγον ἰσχυούσαις χρῆσθαι, καὶ τὴν φυλακὴν μὴ ἀπὸ τῶν νόμων τῆς δεινότητος ἀξιοῦν ποιεῖσθαι, ἀλλ’ ἀπὸ τῶν ἔργων τῆς ἐπιμελείας.
因此,我们不应该作为严厉的法官去审判犯错者,结果反而使自己蒙受更大的损失;而应当考虑如何通过温和的惩罚,使城邦在未来保持财政上的实力以供我们利用。 我们应当靠实际行动的周密防范,而不是靠法律的严酷来维持统治。
§3.46.5οὗ νῦν τοὐναντίον δρῶντες, ἤν τινα ἐλεύθερον καὶ βίᾳ ἀρχόμενον εἰκότως πρὸς αὐτονομίαν ἀποστάντα χειρωσώμεθα, χαλεπῶς οἰόμεθα χρῆναι τιμωρεῖσθαι.
但现在我们所做的恰恰相反:如果某个本来自由、却被武力统治的城邦为了自主而理所当然地发起叛乱,而我们将其制服,我们却认为必须予以严惩。
§3.46.6χρὴ δὲ τοὺς ἐλευθέρους οὐκ ἀφισταμένους σφόδρα κολάζειν, ἀλλὰ πρὶν ἀποστῆναι σφόδρα φυλάσσειν καὶ προκαταλαμβάνειν ὅπως μηδ’ ἐς ἐπίνοιαν τούτου ἴωσι, κρατήσαντάς τε ὅτι ἐπ’ ἐλάχιστον τὴν αἰτίαν ἐπιφέρειν.
其实,对于自由人,不应该在他们叛乱后给予严厉的惩罚,而应该在他们叛乱前严加防范,未雨绸缪,使他们连这种念头都无法产生;而在制服他们之后,则应将罪责归于尽可能少的人。 ”

词汇与语法注释

  1. 3.46.1ὡς οὐκ ἔσται μεταγνῶναι καὶ ὅτι ἐν βραχυτάτῳ τὴν ἁμαρτίαν καταλῦσαι — 连词 ὡς 与 ὅτι 为并列关系,均引导由无人称动词 ἔσται(意为 ἐξέσται,“有可能”)所支配的名词性从句,并带是不定式 μεταγνῶναι(“悔改”)与 καταλῦσαι(“消除/弥补过错”),用以具体解释 ἀνέλπιστον(“绝望的事”)的内容。
  2. 3.46.2εἰ τὸ αὐτὸ δύναται σχολῇ καὶ ταχὺ ξυμβῆναι — 动词 δύναται(意为“意味着”、“等同于”)表达了这样一种假设,即不论是迟缓地(σχολῇ)还是迅速地(ταχὺ)达成妥协(ξυμβῆναι),最终结果都是“相同的”(τὸ αὐτό,即同样面临残酷的惩罚)。
  3. 3.46.4οὐ δικαστὰς ὄντας δεῖ ἡμᾶς μᾶλλον τῶν ἐξαμαρτανόντων ἀκριβεῖς βλάπτεσθαι — 无人称动词 δεῖ 的逻辑主语是宾格的 ἡμᾶς,分词 ὄντας 与其一致。形容词 ἀκριβεῖς(“严厉的”)修饰 δικαστάς(“法官”)。整句结构意为“因为作为犯错者(τῶν ἐξαμαρτανόντων)的严厉法官而使(我们自己)蒙受损失”。
  4. 3.46.5οὗ — 这是关系代词的属格形式,指向后文的 τοὐναντίον(“相反的事”),在整句中起到关系副词般的作用,意为“与此相反”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §3.46.1-3.46.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.46.1-3.46.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。