§3.45.1‘ἐν οὖν ταῖς πόλεσι πολλῶν θανάτου ζημίαι πρόκεινται, καὶ οὐκ ἴσων τῷδε, ἀλλ’ ἐλασσόνων ἁμαρτημάτων·
“因此,在各城邦中,对许多罪行都规定了死刑,而且这些罪行并非与此(叛乱)相当,而是较轻的罪过。
ὅμως δὲ τῇ ἐλπίδι ἐπαιρόμενοι κινδυνεύουσι, καὶ οὐδείς πω καταγνοὺς ἑαυτοῦ μὴ περιέσεσθαι τῷ ἐπιβουλεύματι ἦλθεν ἐς τὸ δεινόν.
然而,人们在希望的鼓舞下,依然铤而走险,至今还没有人在起事时,预先断定自己无法在阴谋中成功,却还去冒险的。
§3.45.2πόλις τε ἀφισταμένη τίς πω ἥσσω τῇ δοκήσει ἔχουσα τὴν παρασκευὴν ἢ οἰκείαν ἢ ἄλλων ξυμμαχίᾳ τούτῳ ἐπεχείρησεν;
又有哪一个城邦在企图叛乱时,明知自己无论是自身的准备还是盟友的协助在自己的估量中是不够的,却还着手进行的呢?
§3.45.3πεφύκασί τε ἅπαντες καὶ ἰδίᾳ καὶ δημοσίᾳ ἁμαρτάνειν, καὶ οὐκ ἔστι νόμος ὅστις ἀπείρξει τούτου, ἐπεὶ διεξεληλύθασί γε διὰ πασῶν τῶν ζημιῶν οἱ ἄνθρωποι προστιθέντες, εἴ πως ἧσσον ἀδικοῖντο ὑπὸ τῶν κακούργων.
所有的人,无论在个人生活还是在公共事务中,天生都会犯错,而且没有任何法律能够阻止这一点;因为人类已经尝试了所有的惩罚,并不断加重它们,以求尽可能少受歹徒的危害。
καὶ εἰκὸς τὸ πάλαι τῶν μεγίστων ἀδικημάτων μαλακωτέρας κεῖσθαι αὐτάς, παραβαινομένων δὲ τῷ χρόνῳ ἐς τὸν θάνατον αἱ πολλαὶ ἀνήκουσιν· καὶ τοῦτο ὅμως παραβαίνεται.
很可能在古时候,即使对最严重的罪行,惩罚也较为温和,但随着时间的推移,由于法律不断被触犯,大多数惩罚都提升到了死刑;然而即使如此,死刑仍然在被触犯。
§3.45.4ἢ τοίνυν δεινότερόν τι τούτου δέος εὑρετέον ἐστὶν ἢ τόδε γε οὐδὲν ἐπίσχει, ἀλλ’ ἡ μὲν πενία ἀνάγκῃ τὴν τόλμαν παρέχουσα, ἡ δ’ ἐξουσία ὕβρει τὴν πλεονεξίαν καὶ φρονήματι, αἱ δ’ ἄλλαι ξυντυχίαι ὀργῇ τῶν ἀνθρώπων ὡς ἑκάστη τις κατέχεται ὑπ’ ἀνηκέστου τινὸς κρείσσονος ἐξάγουσιν ἐς τοὺς κινδύνους.
因此,要么必须发现比死刑更可怕的恐怖,要么至少是死刑根本无法起到遏制作用;相反,贫困因迫切需要而带来胆量,财富因傲慢和自负而带来贪婪,而其他各种境遇,由于每个人都被某种无法医治的、更强大的主导力量所控制,便通过激情将人引向危险。
§3.45.5ἥ τε ἐλπὶς καὶ ὁ ἔρως ἐπὶ παντί, ὁ μὲν ἡγούμενος, ἡ δ’ ἐφεπομένη, καὶ ὁ μὲν τὴν ἐπιβουλὴν ἐκφροντίζων, ἡ δὲ τὴν εὐπορίαν τῆς τύχης ὑποτιθεῖσα, πλεῖστα βλάπτουσι, καὶ ὄντα ἀφανῆ κρείσσω ἐστὶ τῶν ὁρωμένων δεινῶν.
在任何事情上,希望和欲望总是并存,欲望引导,希望随行,欲望策划阴谋,希望预设命运会提供便利,它们造成了最大的危害;尽管它们是看不见的,却比看得见的危险更为强大。
§3.45.6καὶ ἡ τύχη ἐπ’ αὐτοῖς οὐδὲν ἔλασσον ξυμβάλλεται ἐς τὸ ἐπαίρειν· ἀδοκήτως γὰρ ἔστιν ὅτε παρισταμένη καὶ ἐκ τῶν ὑποδεεστέρων κινδυνεύειν τινὰ προάγει, καὶ οὐχ ἧσσον τὰς πόλεις, ὅσῳ περὶ τῶν μεγίστων τε, ἐλευθερίας ἢ ἄλλων ἀρχῆς, καὶ μετὰ πάντων ἕκαστος ἀλογίστως ἐπὶ πλέον τι αὑτὸν ἐδόξασεν.
命运在鼓动人们冒险方面的作用也不亚于它们;因为命运有时会出人意料地出现并提供帮助,促使人在处于劣势的情况下也去冒险,对城邦来说尤其如此,因为它们争夺的是最重大的目标——自由或对他国的统治,而且在与众人一起行动时,每个人都会盲目地高估自己的力量。
§3.45.7ἁπλῶς τε ἀδύνατον καὶ πολλῆς εὐηθείας,ὅστις οἴεται τῆς ἀνθρωπείας φύσεως ὁρμωμένης προθύμως τι πρᾶξαι ἀποτροπήν τινα ἔχειν ἢ νόμων ἰσχύι ἢ ἄλλῳ τῳ δεινῷ.
简而言之,当人性急切地想要做某事时,若有人认为能通过法律的力量或其他任何恐怖手段来加以阻止,这不仅是不可能的,也是极其愚蠢的。 ”