Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §3.40.1-3.40.8

克里昂力主拒绝怜悯并处死米蒂利尼人

第 289 段,共 917 段 · 希腊语

内容简介

克里昂结束了他的演说,强调有预谋的叛乱绝不容宽恕,而同情或宽厚只会损害帝国利益。他极力主张对米蒂利尼人判处死刑,以此向其他盟友立下严厉的警告。

§3.40.1‘οὔκουν δεῖ προθεῖναι ἐλπίδα οὔτε λόγῳ πιστὴν οὔτε χρήμασιν ὠνητήν, ὡς ξυγγνώμην ἁμαρτεῖν ἀνθρωπίνως λήψονται.
“因此,绝不应向他们提供任何希望,无论是通过言辞使其可信,还是用金钱可以买到的,即以为他们会因‘人非圣贤,孰能无过’而获得宽恕。
ἄκοντες μὲν γὰρ οὐκ ἔβλαψαν, εἰδότες δὲ ἐπεβούλευσαν· ξύγγνωμον δ’ ἐστὶ τὸ ἀκούσιον.
因为他们并非无意中造成伤害,而是明知故犯地图谋不轨;而只有无心之失才是值得宽恕的。
§3.40.2ἐγὼ μὲν οὖν καὶ τότε πρῶτον καὶ νῦν διαμάχομαι μὴ μεταγνῶναι ὑμᾶς τὰ προδεδογμένα, μηδὲ τρισὶ τοῖς ἀξυμφορωτάτοις τῇ ἀρχῇ, οἴκτῳ καὶ ἡδονῇ λόγων καὶ ἐπιεικείᾳ, ἁμαρτάνειν.
因此,无论是在最初的那次还是现在,我都坚决主张你们不应改变已做出的决定,也不应因对帝国统治最不利的三件事——同情、言辞的享乐和宽厚——而犯下错误。
§3.40.3ἔλεός τε γὰρ πρὸς τοὺς ὁμοίους δίκαιος ἀντιδίδοσθαι, καὶ μὴ πρὸς τοὺς οὔτ᾽ ἀντοικτιοῦντας ἐξ ἀνάγκης τε καθεστῶτας αἰεὶ πολεμίους· οἵ τε τέρποντες λόγῳ ῥήτορες ἕξουσι καὶ ἐν ἄλλοις ἐλάσσοσιν ἀγῶνα, καὶ μὴ ἐν ᾧ ἡ μὲν πόλις βραχέα ἡσθεῖσα μεγάλα ζημιώσεται, αὐτοὶ δὲ ἐκ τοῦ εὖ εἰπεῖν τὸ παθεῖν εὖ ἀντιλήψονται· καὶ ἡ ἐπιείκεια πρὸς τοὺς μέλλοντας ἐπιτηδείους καὶ τὸ λοιπὸν ἔσεσθαι μᾶλλον δίδοται ἢ πρὸς τοὺς ὁμοίους τε καὶ οὐδὲν ἧσσον πολεμίους ὑπολειπομένους.
因为同情理应施予那些志同道合的人,而不是施予那些绝不回以同情、且因必然性而注定永远是敌人的人;那些以言辞取悦他人的演说家,应该在其他较小的辩论中寻找施展身手的机会,而不是在这样一场辩论中:在这里,城邦因一时的欢愉而蒙受巨大的损失,而他们自己却因为说得漂亮而获得优厚的回报;此外,宽厚更应给予那些在未来及以后会成为我们朋友的人,而不是给予那些依然如故、丝毫不减敌意的人。
§3.40.4ἕν τε ξυνελὼν λέγω· πειθόμενοι μὲν ἐμοὶ τά τε δίκαια ἐς Μυτιληναίους καὶ τὰ ξύμφορα ἅμα ποιήσετε, ἄλλως δὲ γνόντες τοῖς μὲν οὐ χαριεῖσθε, ὑμᾶς δὲ αὐτοὺς μᾶλλον δικαιώσεσθε.
一言以蔽之:如果听从我的建议,你们对米蒂利尼人的处理将既合乎正义又对你们自身有利;但若做出相反的决定,你们不仅不会取悦他们,反而是在宣判自己无理。
εἰ γὰρ οὗτοι ὀρθῶς ἀπέστησαν, ὑμεῖς ἂν οὐ χρεὼν ἄρχοιτε.
因为如果他们的叛离是正当的,那么你们的统治就是非法的。
εἰ δὲ δὴ καὶ οὐ προσῆκον ὅμως ἀξιοῦτε τοῦτο δρᾶν, παρὰ τὸ εἰκός τοι καὶ τούσδε ξυμφόρως δεῖ κολάζεσθαι, ἢ παύεσθαι τῆς ἀρχῆς καὶ ἐκ τοῦ ἀκινδύνου ἀνδραγαθίζεσθαι.
但如果即便不合情理,你们依然坚持要维持这统治,那么违背常理,你们也必须为了自身的利益去惩罚他们,否则就放弃帝国的统治,在没有危险的安全之地去扮演道德高尚的人。
§3.40.5τῇ τε αὐτῇ ζημίᾳ ἀξιώσατε ἀμύνασθαι καὶ μὴ ἀναλγητότεροι οἱ διαφεύγοντες τῶν ἐπιβουλευσάντων φανῆναι, ἐνθυμηθέντες ἃ εἰκὸς ἦν αὐτοὺς ποιῆσαι κρατήσαντας ὑμῶν, ἄλλως τε καὶ προϋπάρξαντας ἀδικίας.
因此,请下定决心以同样的惩罚予以报复,不要让那些逃过阴谋的人,反倒显得比那些策划阴谋的人还要麻木。 想想看,如果他们战胜了你们,他们很可能会对你们做出什么,更何况是他们先挑起这场不义的。
§3.40.6μάλιστα δὲ οἱ μὴ ξὺν προφάσει τινὰ κακῶς ποιοῦντες ἐπεξέρχονται καὶ διολλύναι, τὸν κίνδυνον ὑφορώμενοι τοῦ ὑπολειπομένου ἐχθροῦ·
特别是那些毫无借口便对他人加害的人,往往会穷追猛打直至将对方彻底消灭,因为他们时刻警惕着幸存的敌人所带来的危险。
ὁ γὰρ μὴ ξὺν ἀνάγκῃ τι παθὼν χαλεπώτερος διαφυγὼν τοῦ ἀπὸ τῆς ἴσης ἐχθροῦ.
因为一个并非出于无奈而遭受侵害的人,一旦幸存下来,会比原本对等的敌人更加难以对付、更加危险。
§3.40.7‘μὴ οὖν προδόται γένησθε ὑμῶν αὐτῶν, γενόμενοι δ’ ὅτι ἐγγύτατα τῇ γνώμῃ τοῦ πάσχειν καὶ ὡς πρὸ παντὸς ἂν ἐτιμήσασθε αὐτοὺς χειρώσασθαι, νῦν ἀνταπόδοτε μὴ μαλακισθέντες πρὸς τὸ παρὸν αὐτίκα μηδὲ τοῦ ἐπικρεμασθέντος ποτὲ δεινοῦ ἀμνημονοῦντες.
‘因此,切莫背叛你们自己。 请让自己的心境尽可能回到当初遭受侵害的那一刻,并回想当时你们是多么渴望不惜一切代价去征服他们;现在就给予他们回击,不要对眼前的局势心软,也不要忘记曾经悬在头顶的危险。
κολάσατε δὲ ἀξίως τούτους τε καὶ τοῖς ἄλλοις ξυμμάχοις παράδειγμα σαφὲς καταστήσατε, ὃς ἂν ἀφιστῆται, θανάτῳ ζημιωσόμενον.
惩罚这些人,让他们罪有应得,并给其他盟友立下一个明确的榜样:谁若叛离,必将以死论处。
τόδε γὰρ ἢν γνῶσιν, ἧσσον τῶν πολεμίων ἀμελήσαντες τοῖς ὑμετέροις αὐτῶν μαχεῖσθε ξυμμάχοις.
因为如果他们明白这一点,你们就不必在忽视外敌的同时,频繁地去与自己的盟友交战了。
§3.40.8κολάσατε δὲ ἀξίως τούτους τε καὶ τοῖς ἄλλοις ξυμμάχοις παράδειγμα σαφὲς καταστήσατε, ὃς ἂν ἀφιστῆται, θανάτῳ ζημιωσόμενον.
’ 惩罚这些人,让他们罪有应得,并给其他盟友立下一个明确的榜样:谁若叛离,必将以死论处。
τόδε γὰρ ἢν γνῶσιν, ἧσσον τῶν πολεμίων ἀμελήσαντες τοῖς ὑμετέροις αὐτῶν μαχεῖσθε ξυμμάχοις.
因为如果他们明白这一点,你们就不必在忽视外敌的同时,频繁地去与自己的盟友交战了。

词汇与语法注释

  1. §3.40.1ὡς ξυγγνώμην ἁμαρτεῖν ἀνθρωπίνως λήψονται — 连接词 ὡς 带有将来直说语气 λήψονται,引导同位语从句,用以具体说明名词 ἐλπίδα(希望)的内容,意为“即以为他们会因‘人非圣贤,孰能无过’而获得宽恕”。
  2. §3.40.4ὑμεῖς ἂν οὐ χρεὼν ἄρχοιτε — 带有 ἂν 的 optative 动词 (ἂν ἄρχοιτε) 表示一种潜在性的推论(“你们将是在进行统治”)。οὐ χρεὼν 是无人称动词 χρῆ 的中性分词,在此用作副词,表示“不应当、不合法地”。
  3. §3.40.5μὴ ἀναλγητότεροι οἱ διαφεύγοντες τῶν ἐπιβουλευσάντων φανῆναι — μὴ φανῆναι 是依赖于前面命令句 ἀξιώσατε 的否定不定式(“不要让……显得”)。在比较级形容词 ἀναλγητότεροι 之后,属格 τῶν ἐπιβουλευσάντων 作为比较属格,表示比较的对象。
  4. §3.40.7γενόμενοι δ’ ὅτι ἐγγύτατα τῇ γνώμῃ τοῦ πάσχει(ν) — ὅτι 修饰最高级副词 ἐγγύτατα,意为“尽可能接近”。属格冠词不定式 τοῦ πάσχειν 依赖于表示接近的副词 ἐγγύτατα,意为“接近遭受侵害(的心境)”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §3.40.1-3.40.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.40.1-3.40.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。