Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §3.4.1-3.4.6

雅典舰队抵境与米蒂利尼遣使斯巴达

第 253 段,共 917 段 · 希腊语

内容简介

雅典舰队抵达米蒂利尼并发生短暂冲突,随后双方达成停战。米蒂利尼一方面派使节赴雅典谈判,另一方面秘密遣使前往斯巴达寻求援助。

§3.4.1καὶ οἱ Ἀθηναῖοι οὐ πολλῷ ὕστερον καταπλεύσαντες ὡς ἑώρων, ἀπήγγειλαν μὲν οἱ στρατηγοὶ τὰ ἐπεσταλμένα, οὐκ ἐσακουόντων δὲ τῶν Μυτιληναίων ἐς πόλεμον καθίσταντο.
不久之后,雅典人乘船抵达,目睹了情况,将军们便宣布了受命传达的要求,但由于米蒂利尼人不予听从,双方遂陷入战争状态。
§3.4.2ἀπαράσκευοι δὲ οἱ Μυτιληναῖοι καὶ ἐξαίφνης ἀναγκασθέντες πολεμεῖν ἔκπλουν μέν τινα ἐποιήσαντο τῶν νεῶν ὡς ἐπὶ ναυμαχίαν ὀλίγον πρὸ τοῦ λιμένος, ἔπειτα καταδιωχθέντες ὑπὸ τῶν Ἀττικῶν νεῶν λόγους ἤδη προσέφερον τοῖς στρατηγοῖς, βουλόμενοι τὰς ναῦς τὸ παραυτίκα, εἰ δύναιντο, ὁμολογίᾳ τινὶ ἐπιεικεῖ ἀποπέμψασθαι.
米蒂利尼人因毫无准备且突然被迫作战,便在港口稍前处,派出了部分船只,仿佛要进行海战一般;但随后他们被阿提卡的船只击退,于是便向将军们提出交涉,希望如果可能的话,暂时能以某种宽大的协议让雅典船只撤走。
§3.4.3καὶ οἱ στρατηγοὶ τῶν Ἀθηναίων ἀπεδέξαντο καὶ αὐτοὶ φοβούμενοι μὴ οὐχ ἱκανοὶ ὦσι Λέσβῳ πάσῃ πολεμεῖν.
雅典的将军们也接受了,因为他们自己也担心没有足够的实力与整个莱斯沃斯作战。
§3.4.4καὶ ἀνοκωχὴν ποιησάμενοι πέμπουσιν ἐς τὰς Ἀθήνας οἱ Μυτιληναῖοι τῶν τε διαβαλλόντων ἕνα, ᾧ μετέμελεν ἤδη, καὶ ἄλλους, εἴ πως πείσειαν τὰς ναῦς ἀπελθεῖν ὡς σφῶν οὐδὲν νεωτεριούντων.
在达成停战协议后,米蒂利尼人向雅典派去了原先指控他们的人中一个如今已经后悔的人,以及其他一些人,企图以他们绝不图谋叛乱为由,设法说服对方撤回船只。
§3.4.5ἐν τούτῳ δὲ ἀποστέλλουσι καὶ ἐς τὴν Λακεδαίμονα πρέσβεις τριήρει, λαθόντες τὸ τῶν Ἀθηναίων ναυτικόν, οἳ ὥρμουν ἐν τῇ Μαλέᾳ πρὸς βορέαν τῆς πόλεως· οὐ γὰρ ἐπίστευον τοῖς ἀπὸ τῶν Ἀθηναίων προχωρήσειν.
在此期间,他们还瞒过雅典海军的耳目,派一艘三段舵船将使者送往拉刻代蒙,这支海军正停泊在城市北面的马里亚;因为他们不相信在雅典那边的交涉会取得成功。
§3.4.6καὶ οἱ μὲν ἐς τὴν Λακεδαίμονα ταλαιπώρως διὰ τοῦ πελάγους κομισθέντες αὐτοῖς ἔπρασσον ὅπως τις βοήθεια ἥξει·
而前往拉刻代蒙的使者们历经艰险越过公海抵达,并与他们交涉,以期能获得某种援助。

词汇与语法注释

  1. §3.4.1ὡς ἑώρων — 连词 ὡς 与未完成过去时直陈式 ἑώρων 连用,引导时间状语从句,表示雅典人目睹米蒂利尼人防备态势的时刻。
  2. §3.4.2ἀποπέμψασθαι — 中动语态不定式 ἀποπέμψασθαι 表示“为了自己而让(雅典船只)撤走”。其逻辑主语是米蒂利尼人,直接宾语是 τὰς ναῦς(雅典船只)。
  3. §3.4.3μὴ οὐχ ἱκανοὶ ὦσι — 担心的分词 φοβούμενοι 后接 μὴ οὐch 与虚拟式 ὦσι,表示否定性的担忧,即“担心他们可能不足以”(即兵力不足)。
  4. §3.4.4ὡς σφῶν οὐδὲν νεωτεριούντων — 语气词 ὡς 与属格独立结构(σφῶν οὐδὲν νεωτεριούντων)连用,表示米蒂利尼人主观的申辩。σφῶν 是指代主语(米蒂利尼人)的间接反身代词,νεωτεριούντων 是将来时分词,意为“声称他们绝不图谋变乱”。
  5. §3.4.5τοῖς ἀπὸ τῶν Ἀθηναίων — 带有介词短语的中性复数与格作为动词 ἐπίστευον 的宾语,意为“来自雅典人那里的事情”(即与雅典谈判的结果)。
  6. §3.4.6αὐτοῖς ἔπρασσον — 未完成过去时 ἔπρασσον 后接引导将来时直陈式 ἥξει 的 ὅπως 子句(“使得某种援助能够到来”),意为“谈判”或“设法交涉”,其中与格 αὐτοῖς 指代谈判的对象——拉刻代蒙人。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §3.4.1-3.4.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.4.1-3.4.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。