§3.3.1οἱ δ’ Ἀθηναῖοι (ἦσαν γὰρ τεταλαιπωρημένοι ὑπό τε τῆς νόσου καὶ τοῦ πολέμου ἄρτι καθισταμένου καὶ ἀκμάζοντος) μέγα μὲν ἔργον ἡγοῦντο εἶναι Λέσβον προσπολεμώσασθαι ναυτικὸν ἔχουσαν καὶ δύναμιν ἀκέραιον, καὶ οὐκ ἀπεδέχοντο τὸ πρῶτον τὰς κατηγορίας, μεῖζον μέρος νέμοντες τῷ μὴ βούλεσθαι ἀληθῆ εἶναι· ἐπειδὴ μέντοι καὶ πέμψαντες πρέσβεις οὐκ ἔπειθον τοὺς Μυτιληναίους τήν τε ξυνοίκισιν καὶ τὴν παρασκευὴν διαλύειν, δείσαντες προκαταλαβεῖν ἐβούλοντο.
雅典人(因为他们已被瘟疫和刚刚爆发且正处于最激烈阶段的战争折磨得精疲力竭)认为,与拥有海军且实力未受损的莱斯沃斯开战是一件棘手的事,因此起初他们不愿相信这些指控,而是更多地出于自己不希望这是真的愿望;然而,当他们派遣使者也无法说服米蒂利尼人取消合并和停止准备时,他们感到害怕,并希望先发制人。
§3.3.2καὶ πέμπουσιν ἐξαπιναίως τεσσαράκοντα ναῦς αἳ ἔτυχον περὶ Πελοπόννησον παρεσκευασμέναι πλεῖν· Κλεϊππίδης δὲ ὁ Δεινίου τρίτος αὐτὸς ἐστρατήγει.
于是,他们突然派出了四十艘刚好准备好绕行伯罗奔尼撒半岛的船只;戴尼亚斯之子克莱皮德斯率领他们,他本人是三名将军之一。
§3.3.3ἐσηγγέλθη γὰρ αὐτοῖς ὡς εἴη Ἀπόλλωνος Μαλόεντος ἔξω τῆς πόλεως ἑορτή, ἐν ᾗ πανδημεὶ Μυτιληναῖοι ἑορτάζουσι, καὶ ἐλπίδα εἶναι ἐπειχθέντας ἐπιπεσεῖν ἄφνω, καὶ ἢν μὲν ξυμβῇ ἡ πεῖρα·
因为有人向他们报告说,城外将举行阿波罗·马罗埃斯的节日,届时全体米蒂利尼人都会一起庆祝,而且有望通过急行军给他们以突然袭击。
εἰ δὲ μή, Μυτιληναίοις εἰπεῖν ναῦς τε παραδοῦναι καὶ τείχη καθελεῖν, μὴ πειθομένων δὲ πολεμεῖν.
如果尝试成功,那便罢了;如果失败,则要求米蒂利尼人交出船只并拆除城墙,若不听从,便对他们开战。
§3.3.4καὶ αἱ μὲν νῆες ᾤχοντο· τὰς δὲ τῶν Μυτιληναίων δέκα τριήρεις, αἳ ἔτυχον βοηθοὶ παρὰ σφᾶς κατὰ τὸ ξυμμαχικὸν παροῦσαι, κατέσχον οἱ Ἀθηναῖοι καὶ τοὺς ἄνδρας ἐξ αὐτῶν ἐς φυλακὴν ἐποιήσαντο.
船只于是出发了;而雅典人扣留了米蒂利尼人的十艘三段舵船,这些船刚好根据盟约作为辅助力量停留在雅典,并且他们将船上的人拘留起来。
§3.3.5τοῖς δὲ Μυτιληναίοις ἀνὴρ ἐκ τῶν Ἀθηνῶν διαβὰς ἐς Εὔβοιαν καὶ πεζῇ ἐπὶ Γεραιστὸν ἐλθών, ὁλκάδος ἀναγομένης ἐπιτυχών, πλῷ χρησάμενος καὶ τριταῖος ἐκ τῶν Ἀθηνῶν ἐς Μυτιλήνην ἀφικόμενος ἀγγέλλει τὸν ἐπίπλουν.
另一方面,有一人从雅典渡海到优波亚,步行至杰赖斯托斯,遇到一艘正要起航的商船,乘船航行,在离开雅典的第三天抵达米蒂利尼,向米蒂利尼人报告了袭击即将来临的消息。
οἱ δὲ οὔτε ἐς τὸν Μαλόεντα ἐξῆλθον, τά τε ἄλλα τῶν τειχῶν καὶ λιμένων περὶ τὰ ἡμιτέλεστα φαρξάμενοι ἐφύλασσον.
他们没有前往马罗埃斯的节日,而是加强防守,将未完工的城墙和港口的其他部分周围都封堵起来。
§3.3.6οἱ δὲ οὔτε ἐς τὸν Μαλόεντα ἐξῆλθον, τά τε ἄλλα τῶν τειχῶν καὶ λιμένων περὶ τὰ ἡμιτέλεστα φαρξάμενοι ἐφύλασσον.
他们没有前往马罗埃斯的节日,而是加强防守,将未完工的城墙和港口的其他部分周围都封堵起来。