§3.37.1‘πολλάκις μὲν ἤδη ἔγωγε καὶ ἄλλοτε ἔγνων δημοκρατίαν ὅτι ἀδύνατόν ἐστιν ἑτέρων ἄρχειν, μάλιστα δ’ ἐν τῇ νῦν ὑμετέρᾳ περὶ Μυτιληναίων μεταμελείᾳ.
“就我个人而言,过去在其他场合也曾多次确信,民主制度是无法统治他人的,而在你们如今对于米蒂利尼人的悔意中,我对此更加确信不疑。
§3.37.2διὰ γὰρ τὸ καθ’ ἡμέραν ἀδεὲς καὶ ἀνεπιβούλευτον πρὸς ἀλλήλους καὶ ἐς τοὺς ξυμμάχους τὸ αὐτὸ ἔχετε, καὶ ὅτι ἂν ἢ λόγῳ πεισθέντες ὑπ’ αὐτῶν ἁμάρτητε ἢ οἴκτῳ ἐνδῶτε, οὐκ ἐπικινδύνως ἡγεῖσθε ἐς ὑμᾶς καὶ οὐκ ἐς τὴν τῶν ξυμμάχων χάριν μαλακίζεσθαι, οὐ σκοποῦντες ὅτι τυραννίδα ἔχετε τὴν ἀρχὴν καὶ πρὸς ἐπιβουλεύοντας αὐτοὺς καὶ ἄκοντας ἀρχομένους, οἳ οὐκ ἐξ ὧν ἂν χαρίζησθε βλαπτόμενοι αὐτοὶ ἀκροῶνται ὑμῶν, ἀλλ’ ἐξ ὧν ἂν ἰσχύι μᾶλλον ἢ τῇ ἐκείνων εὐνοίᾳ περιγένησθε.
因为由于你们在日常生活中彼此之间既无恐惧也无阴谋,所以你们对盟友也抱有同样的态度。 而且,不论你们是因为被他们的言辞所说服而犯下什么错误,还是出于同情而退让,你们都没有考虑到,你们的这种软弱对你们自己而言是危险的,并且并不能赢得盟友的感激。 你们没有考虑到,你们的统治是一种专制统治,所统治的是那些对你们图谋不轨且违背其意愿而被统治的人,他们服从你们,并不是因为你们施予他们的恩惠,而是因为你们在力量上胜过他们,而不是因为他们的好意。
§3.37.3πάντων δὲ δεινότατον εἰ βέβαιον ἡμῖν μηδὲν καθεστήξει ὧν ἂν δόξῃ πέρι, μηδὲ γνωσόμεθα ὅτι χείροσι νόμοις ἀκινήτοις χρωμένη πόλις κρείσσων ἐστὶν ἢ καλῶς ἔχουσιν ἀκύροις, ἀμαθία τε μετὰ σωφροσύνης ὠφελιμώτερον ἢ δεξιότης μετὰ ἀκολασίας, οἵ τε φαυλότεροι τῶν ἀνθρώπων πρὸς τοὺς ξυνετωτέρους ὡς ἐπὶ τὸ πλέον ἄμεινον οἰκοῦσι τὰς πόλεις.
但最可怕的是,如果我们所做出的决议没有任何一项能够保持固定,并且如果我们不认识到:一个使用不可动摇的较差法律的城邦,要比一个使用虽好但没有效力的法律的城邦更为强大;伴随着克制的愚昧,要比伴随着放纵的聪明更为有益;而较平庸的人比起较聪明的人,在大多数情况下能更好地治理国家。
§3.37.4οἱ μὲν γὰρ τῶν τε νόμων σοφώτεροι βούλονται φαίνεσθαι τῶν τε αἰεὶ λεγομένων ἐς τὸ κοινὸν περιγίγνεσθαι, ὡς ἐν ἄλλοις μείζοσιν οὐκ ἂν δηλώσαντες τὴν γνώμην, καὶ ἐκ τοῦ τοιούτου τὰ πολλὰ σφάλλουσι τὰς πόλεις·
因为那些聪明的人想要显得比法律更明智,并且希望在公共场合发表的每一项演说中都占上风,仿佛他们在其他更重大的事情上就无法表明自己的意见似的;他们通过这种行为在大多数情况下使城邦陷入毁灭。
οἱ δ’ ἀπιστοῦντες τῇ ἐξ αὑτῶν ξυνέσει ἀμαθέστεροι μὲν τῶν νόμων ἀξιοῦσιν εἶναι, ἀδυνατώτεροι δὲ τοῦ καλῶς εἰπόντος μέμψασθαι λόγον, κριταὶ δὲ ὄντες ἀπὸ τοῦ ἴσου μᾶλλον ἢ ἀγωνισταὶ ὀρθοῦνται τὰ πλείω.
而另一类人则不信任自己的智力,甘愿承认自己比法律更为愚笨,也不太有能力去挑剔一篇发表得很好的演说;他们是公正的裁判者而非竞争对手,因此在大多数情况下能使事务运作得更好。
§3.37.5ὣς οὖν χρὴ καὶ ἡμᾶς ποιοῦντας μὴ δεινότητι καὶ ξυνέσεως ἀγῶνι ἐπαιρομένους παρὰ δόξαν τῷ ὑμετέρῳ πλήθει παραινεῖν.
因此,我们也应当这样做,而不应因辩论的巧妙和智力的竞争而得意忘形,向你们大众提出违背我们自己真实想法的建议。 ”