§3.36.1ἀφικομένων δὲ τῶν ἀνδρῶν καὶ τοῦ Σαλαίθου οἱ Ἀθηναῖοι τὸν μὲν Σάλαιθον εὐθὺς ἀπέκτειναν, ἔστιν ἃ παρεχόμενον τά τ’ ἄλλα καὶ ἀπὸ Πλαταιῶν (ἔτι γὰρ ἐπολιορκοῦντο) ἀπάξειν Πελοποννησίους·
当那些人及萨莱托斯到达时,雅典人立即将萨莱托斯处死,尽管他提出了几项建议,其中最主要的一项是承诺使波罗奔尼撒人从普拉提亚(当时该地仍被包围)撤军。
§3.36.2περὶ δὲ τῶν ἀνδρῶν γνώμας ἐποιοῦντο, καὶ ὑπὸ ὀργῆς ἔδοξεν αὐτοῖς οὐ τοὺς παρόντας μόνον ἀποκτεῖναι, ἀλλὰ καὶ τοὺς ἅπαντας Μυτιληναίους ὅσοι ἡβῶσι, παῖδας δὲ καὶ γυναῖκας ἀνδραποδίσαι, ἐπικαλοῦντες τήν τε ἄλλην ἀπόστασιν ὅτι οὐκ ἀρχόμενοι ὥσπερ οἱ ἄλλοι ἐποιήσαντο, καὶ προσξυνελάβοντο οὐκ ἐλάχιστον τῆς ὁρμῆς αἱ Πελοποννησίων νῆες ἐς Ἰωνίαν ἐκείνοις βοηθοὶ τολμήσασαι παρακινδυνεῦσαι· οὐ γὰρ ἀπὸ βραχείας διανοίας ἐδόκουν τὴν ἀπόστασιν ποιήσασθαι.
至于其他的那些人,雅典人进行着审议;在愤怒之中,他们决定不仅处死在场的人,而且处死所有达到兵役年龄的米蒂利尼人,并将妇女和儿童卖为奴隶。 他们以此来指控他们:一是指出他们整体的叛乱,因为他们并非像其他人那样在被统治的情况下发起叛乱;二是波罗奔尼撒人的船只竟敢冒险前往伊奥尼亚援助他们,这在不小程度上煽动了雅典人的怒火;因为在雅典人看来,这次叛乱决不是轻率策划的。
§3.36.3πέμπουσιν οὖν τριήρη ὡς Πάχητα ἄγγελον τῶν δεδογμένων, κατὰ τάχος κελεύοντες διαχρήσασθαι Μυτιληναίους.
于是,他们派出一艘三列桨战船作为传达决议的使者前往帕刻斯处,命令他迅速处置米蒂利尼人。
§3.36.4καὶ τῇ ὑστεραίᾳ μετάνοιά τις εὐθὺς ἦν αὐτοῖς καὶ ἀναλογισμὸς ὠμὸν τὸ βούλευμα καὶ μέγα ἐγνῶσθαι, πόλιν ὅλην διαφθεῖραι μᾶλλον ἢ οὐ τοὺς αἰτίους.
然而在第二天,他们立刻产生了一种悔意,并重新思考,认为这项决议残忍而重大,因为它是要毁灭整个城市,而不是仅惩治罪魁祸首。
§3.36.5ὡς δ’ ᾔσθοντο τοῦτο τῶν Μυτιληναίων οἱ παρόντες πρέσβεις καὶ οἱ αὐτοῖς τῶν Ἀθηναίων ξυμπράσσοντες, παρεσκεύασαν τοὺς ἐν τέλει ὥστε αὖθις γνώμας προθεῖναι·
当在场的米蒂利尼使节以及协助他们的雅典人察觉到这一点时,便促请执政官们重新提出议案进行辩论。
καὶ ἔπεισαν ῥᾷον, διότι καὶ ἐκείνοις ἔνδηλον ἦν βουλόμενον τὸ πλέον τῶν πολιτῶν αὖθίς τινας σφίσιν ἀποδοῦναι βουλεύσασθαι.
他们较容易地劝服了执政官,因为执政官们自己也显而易见,大多数市民都希望重新给他们一次审议的机会。
§3.36.6καταστάσης δ’ εὐθὺς ἐκκλησίας ἄλλαι τε γνῶμαι ἀφ’ ἑκάστων ἐλέγοντο καὶ Κλέων ὁ Κλεαινέτου, ὅσπερ καὶ τὴν προτέραν ἐνενικήκει ὥστε ἀποκτεῖναι, ὢν καὶ ἐς τὰ ἄλλα βιαιότατος τῶν πολιτῶν τῷ τε δήμῳ παρὰ πολὺ ἐν τῷ τότε πιθανώτατος, παρελθὼν αὖθις ἔλεγε τοιάδε.
公民大会立即召开,各方发表了不同的意见;克莱艾内托斯之子克里昂——他曾在前一次大会中胜出并通过了处死决议,在其他事务上也是市民中最暴戾的人,而在当时,他对民众有着极其强大的说服力——再次走上前来,发表了如下演说。