§3.30.1‘Ἀλκίδα καὶ Πελοποννησίων ὅσοι πάρεσμεν ἄρχοντες τῆς στρατιᾶς, ἐμοὶ δοκεῖ πλεῖν ἡμᾶς ἐπὶ Μυτιλήνην πρὶν ἐκπύστους γενέσθαι, ὥσπερ ἔχομεν.
“阿基达斯,以及在座的所有作为军队指挥官的伯罗奔尼撒人,我认为我们应该保持现状,在我们的行踪败露之前,立即向米蒂利尼航行。
§3.30.2κατὰ γὰρ τὸ εἰκὸς ἀνδρῶν νεωστὶ πόλιν ἐχόντων πολὺ τὸ ἀφύλακτον εὑρήσομεν, κατὰ μὲν θάλασσαν καὶ πάνυ, ᾗ ἐκεῖνοί τε ἀνέλπιστοι ἐπιγενέσθαι ἄν τινα σφίσι πολέμιον καὶ ἡμῶν ἡ ἀλκὴ τυγχάνει μάλιστα οὖσα·
因为根据常理,对于刚刚攻占了一座城市的人来说,我们会发现他们有很多毫无防备的地方,尤其是在海上更是如此;在那里,他们既不指望会有什么敌人来袭击他们,而我们的优势又恰恰在海上。
εἰκὸς δὲ καὶ τὸ πεζὸν αὐτῶν κατ’ οἰκίας ἀμελέστερον ὡς κεκρατηκότων διεσπάρθαι.
而且,他们的陆军也很可能因为自恃为胜利者而比较松懈,分散在各个民房中。
§3.30.3εἰ οὖν προσπέσοιμεν ἄφνω τε καὶ νυκτός, ἐλπίζω μετὰ τῶν ἔνδον, εἴ τις ἄρα ἡμῖν ἐστὶν ὑπόλοιπος εὔνους, καταληφθῆναι ἂν τὰ πράγματα.
因此,如果我们出其不意地在夜间发起袭击,我期望能在城内那些——如果真的还有留下对我们怀有善意的人的话——的协助下,重新掌控局面。
§3.30.4καὶ μὴ ἀποκνήσωμεν τὸν κίνδυνον, νομίσαντες οὐκ ἄλλο τι εἶναι τὸ κενὸν τοῦ πολέμου ἢ τὸ τοιοῦτον, ὃ εἴ τις στρατηγὸς ἔν τε αὑτῷ φυλάσσοιτο καὶ τοῖς πολεμίοις ἐνορῶν ἐπιχειροίη, πλεῖστ’ ἂν ὀρθοῖτο.
我们绝不要在危险面前退缩,应当认识到,所谓战争中的“虚隙”不外乎就是指这类事情;如果一个将领在自身方面严加防范此类虚隙,同时又能在敌人身上看出这种虚隙并加以利用和进攻,他就最能取得成功。
’
”