§3.2.1μετὰ δὲ τὴν ἐσβολὴν τῶν Πελοποννησίων εὐθὺς Λέσβος πλὴν Μηθύμνης ἀπέστη ἀπ’ Ἀθηναίων, βουληθέντες μὲν καὶ πρὸ τοῦ πολέμου, ἀλλ’ οἱ Λακεδαιμόνιοι οὐ προσεδέξαντο, ἀναγκασθέντες δὲ καὶ ταύτην τὴν ἀπόστασιν πρότερον ἢ διενοοῦντο ποιήσασθαι.
伯罗奔尼撒人入侵后不久,除美索姆纳外,整个莱斯沃斯岛立即背叛了雅典人。 他们甚至在战争爆发前就想这样做,但拉刻代蒙人当时没有接纳他们;然而这一次,他们被迫比原计划更早地发动了这次起义。
§3.2.2τῶν τε γὰρ λιμένων τὴν χῶσιν καὶ τειχῶν οἰκοδόμησιν καὶ νεῶν ποίησιν ἐπέμενον τελεσθῆναι, καὶ ὅσα ἐκ τοῦ Πόντου ἔδει ἀφικέσθαι, τοξότας τε καὶ σῖτον, καὶ ἃ μεταπεμπόμενοι ἦσαν.
因为他们当时正在等待港口的填堵、城墙的修筑和船只的建造完工,同时也在等待从蓬托斯运来的一切物资,即弓箭手和粮食,以及他们所派人去召集的其他物资。
§3.2.3Τενέδιοι γὰρ ὄντες αὐτοῖς διάφοροι καὶ Μηθυμναῖοι καὶ αὐτῶν Μυτιληναίων ἰδίᾳ ἄνδρες κατὰ στάσιν, πρόξενοι Ἀθηναίων, μηνυταὶ γίγνονται τοῖς Ἀθηναίοις ὅτι ξυνοικίζουσί τε τὴν Λέσβον ἐς τὴν Μυτιλήνην βίᾳ καὶ τὴν παρασκευὴν ἅπασαν μετὰ Λακεδαιμονίων καὶ Βοιωτῶν ξυγγενῶν ὄντων ἐπὶ ἀποστάσει ἐπείγονται· καὶ εἰ μή τις προκαταλήψεται ἤδη, στερήσεσθαι αὐτοὺς Λέσβου.
因为与他们不和的特涅多斯人、美索姆纳人,以及米蒂利尼人中因党争而在私人关系上担任雅典普罗克塞诺斯(国宾)的个人,向雅典人告发说,米蒂利尼人正强行将整个莱斯沃斯岛合并入米蒂利尼,并与拉刻代蒙人及同族的波奥蒂亚人一起加紧进行一切叛乱准备;而且如果有人不立即采取先发制人的措施,雅典人就将失去莱斯沃斯岛。