Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §3.24.1-3.24.3

普拉提亚人设疑撤退与抵达雅典

第 273 段,共 917 段 · 希腊语

内容简介

脱险的普拉提亚人先沿底比斯方向迷惑敌人,随后折入山区成功抵达雅典;城内守军起初误信全员覆没而请求收尸,得知真相后方才作罢。

§3.24.1ὁρμήσαντες δὲ ἀπὸ τῆς τάφρου οἱ Πλαταιῆς ἐχώρουν ἁθρόοι τὴν ἐς Θήβας φέρουσαν ὁδόν, ἐν δεξιᾷ ἔχοντες τὸ τοῦ Ἀνδροκράτους ἡρῷον, νομίζοντες ἥκιστ’ 〈ἂν〉 σφᾶς ταύτην αὐτοὺς ὑποτοπῆσαι τραπέσθαι τὴν ἐς τοὺς πολεμίους· καὶ ἅμα ἑώρων τοὺς Πελοποννησίους τὴν πρὸς Κιθαιρῶνα καὶ Δρυὸς κεφαλὰς τὴν ἐπ’ Ἀθηνῶν φέρουσαν μετὰ λαμπάδων διώκοντας.
普拉提亚人从壕沟出发,集结成群,沿着通往底比斯的道路前进,将安德罗克拉底的神祠留在右侧。 他们认为敌人最不可能怀疑他们自己会折向这条通往敌方领土的道路;与此同时,他们看到伯罗奔尼撒人手持火把,正沿着通往雅典、指向基泰戎山和“松树头”的道路进行追击。
§3.24.2καὶ ἐπὶ μὲν ἓξ ἢ ἑπτὰ σταδίους οἱ Πλαταιῆς τὴν ἐπὶ τῶν Θηβῶν ἐχώρησαν, ἔπειθ᾽ ὑποστρέψαντες ᾖσαν τὴν πρὸς τὸ ὄρος φέρουσαν ὁδὸν ἐς Ἐρύθρας καὶ Ὑσιάς, καὶ λαβόμενοι τῶν ὀρῶν διαφεύγουσιν ἐς τὰς Ἀθήνας, ἄνδρες δώδεκα καὶ διακόσιοι ἀπὸ πλειόνων· εἰσὶ γάρ τινες αὐτῶν οἳ ἀπετράποντο ἐς τὴν πόλιν πρὶν ὑπερβαίνειν, εἷς δ’ ἐπὶ τῇ ἔξω τάφρῳ τοξότης ἐλήφθη.
普拉提亚人沿着通往底比斯的道路走了大约六七个斯塔德,随后便折返回来,走上了通往山区、指向埃律特莱和许西亚的道路,并在进入山区后逃往雅典。 在出发的较多人数中,最终有二百一十二人成功脱险;因为他们中有些人甚至在翻墙之前就折回了城内,另有一名弓箭手在外壕沟处被捕。
§3.24.3οἱ μὲν οὖν Πελοποννήσιοι κατὰ χώραν ἐγένοντο τῆς βοηθείας παυσάμενοι·
于是伯罗奔尼撒人停止了追击,返回了原处。
οἱ δ’ ἐκ τῆς πόλεως Πλαταιῆς τῶν μὲν γεγενημένων εἰδότες οὐδέν, τῶν δὲ ἀποτραπομένων σφίσιν ἀπαγγειλάντων ὡς οὐδεὶς περίεστι, κήρυκα ἐκπέμψαντες, ἐπεὶ ἡμέρα ἐγένετο, ἐσπένδοντο ἀναίρεσιν τοῖς νεκροῖς, μαθόντες δὲ τὸ ἀληθὲς ἐπαύσαντο.
而留在城内的普拉提亚人对所发生的一切一无所知,因为那些折返回来的人向他们报告说无一生还,于是在天亮时,他们发出使者,准备缔结停战协定以收回尸体,但在得知真相后,他们便作罢了。
οἱ μὲν δὴ τῶν Πλαταιῶν ἄνδρες οὕτως ὑπερβάντες ἐσώθησαν.
普拉提亚人就是这样翻越城墙并安全获救的。

词汇与语法注释

  1. §3.24.1νομίζοντες ἥκιστ’ 〈ἂν〉 σφᾶς ταύτην αὐτοὺς ὑποτοπῆσαι τραπέσθαι τὴν ἐς τοὺς πολεμίους — 关于不定式从句的主语及代词指代。第一个不定式 ὑποτοπῆσαι(怀疑,指敌人)的主语因上下文显而易见而被省略。间接反身代词 σφᾶς 与 αὐτοὺς 结合(σφᾶς αὐτοὺς),作为第二个不定式 τραπέσθαι(折向,指普拉提亚人自身)的逻辑主语。增补的 〈ἂν〉 修饰 ὑποτοπῆσαι,表示过去发生之事的潜在推测。
  2. §3.24.1τὴν ἐς τοὺς πολεμίους — 修饰“道路”(ὁδόν)的介词短语。与前文的 τὴν ἐς Θήβας φέρουσαν ὁδόν 构成同位关系或作补充说明,意为“通往敌方(即底比斯人)的道路”。
  3. §3.24.2ἀπὸ πλειόνων — 意为“在较多的人数之中”。指最初尝试翻墙逃跑的总人数(在3章20节中记为约220人),与扣除中途折返及被捕者后,最终安全抵达雅典的212人(ἄνδρες δώδεκα καὶ διακόσιοι)形成对比。
  4. §3.24.3ἐσπένδοντο ἀναίρεσιν τοῖς νεκροῖς — 未完成过去时 ἐσπένδοντο 在此具有尝试或意图的用法(conative imperfect),意为“正试图缔结停战(但因得知真相而停止)”。ἀναίρεσιν 为表示目的的宾格(“为了收尸而休战”)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §3.24.1-3.24.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.24.1-3.24.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。