Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §3.23.1-3.23.5

突破围墙与涉水越壕成功突围

第 272 段,共 917 段 · 希腊语

内容简介

普拉提亚人占领塔楼以阻击敌军增援,大多数人乘机翻越围墙,并在手持火把的敌军追击下,艰难地渡过因暴风雨而水位上涨的外壕,最终成功脱险。

§3.23.1οἱ δ’ ὑπερβαίνοντες τῶν Πλαταιῶν ἐν τούτῳ, ὡς οἱ πρῶτοι αὐτῶν ἀνεβεβήκεσαν καὶ τοῦ πύργου ἑκατέρου τοὺς φύλακας διαφθείραντες ἐκεκρατήκεσαν, τάς τε διόδους τῶν πύργων ἐνστάντες αὐτοὶ ἐφύλασσον μηδένα δι’ αὐτῶν ἐπιβοηθεῖν, καὶ κλίμακας προσθέντες ἀπὸ τοῦ τείχους τοῖς πύργοις καὶ ἐπαναβιβάσαντες ἄνδρας πλείους, οἱ μὲν ἀπὸ τῶν πύργων τοὺς ἐπιβοηθοῦντας καὶ κάτωθεν καὶ ἄνωθεν εἶργον βάλλοντες, οἱ δ’ ἐν τούτῳ οἱ πλείους πολλὰς προσθέντες κλίμακας ἅμα καὶ τὰς ἐπάλξεις ἀπώσαντες διὰ τοῦ μεταπυργίου ὑπερέβαινον.
在此期间,正在翻越的普拉提亚人中,当第一批人登上并消灭了两个塔楼的守卫、控制了塔楼之后,他们便亲自把守塔楼的通道,防止任何人通过通道前来增援。 他们将梯子从围墙架到塔楼上,送了更多的人上去;其中一些人在塔楼上投掷武器,阻击那些从下面和上面前来增援的敌人,而在此期间,大多数人则架起许多梯子,同时推倒胸墙,从两塔之间的墙段翻越过去。
§3.23.2ὁ δὲ διακομιζόμενος αἰεὶ ἵστατο ἐπὶ τοῦ χείλους τῆς τάφρου καὶ ἐντεῦθεν ἐτόξευόν τε καὶ ἠκόντιζον, εἴ τις παραβοηθῶν παρὰ τὸ τεῖχος κωλυτὴς γίγνοιτο τῆς διαβάσεως.
陆续渡过去的人则站在壕沟边上,从那里用弓箭和投枪射击,以防有人沿着围墙前来增援、企图阻碍他们渡河。
§3.23.3ἐπεὶ δὲ πάντες διεπεπεραίωντο, οἱ ἀπὸ τῶν πύργων χαλεπῶς οἱ τελευταῖοι καταβαίνοντες ἐχώρουν ἐπὶ τὴν τάφρον, καὶ ἐν τούτῳ οἱ τριακόσιοι αὐτοῖς ἐπεφέροντο λαμπάδας ἔχοντες.
当所有人都在渡河时,塔楼上的最后一些人艰难地走下塔楼,向壕沟走去;在此期间,那三百名敌人手持火把向他们冲来。
§3.23.4οἱ μὲν οὖν Πλαταιῆς ἐκείνους ἑώρων μᾶλλον ἐκ τοῦ σκότους ἑστῶτες ἐπὶ τοῦ χείλους τῆς τάφρου, καὶ ἐτόξευόν τε καὶ ἐσηκόντιζον ἐς τὰ γυμνά, αὐτοὶ δὲ ἐν τῷ ἀφανεῖ ὄντες ἧσσον διὰ τὰς λαμπάδας καθεωρῶντο, ὥστε φθάνουσι τῶν Πλαταιῶν καὶ οἱ ὕστατοι διαβάντες τὴν τάφρον, χαλεπῶς δὲ καὶ βιαίως·
然而,站在壕沟边上的普拉提亚人,在黑暗中能更清楚地看到那些敌人,便用弓箭和投枪射击他们暴露的身体部位;而他们自己处于暗处,因为敌人的火把照射,反而更不易被看清。 因此,即使是普拉提亚人中最后渡河的人,也赶在敌人之前渡过了壕沟,尽管过程十分艰难和吃力。
§3.23.5κρύσταλλός τε γὰρ ἐπεπήγει οὐ βέβαιος ἐν αὐτῇ ὥστ’ ἐπελθεῖν, ἀλλ’ οἷος ἀπηλιώτου [ἢ βορέου] ὑδατώδης μᾶλλον, καὶ ἡ νὺξ τοιούτῳ ἀνέμῳ ὑπονειφομένη πολὺ τὸ ὕδωρ ἐν αὐτῇ ἐπεποιήκει, ὃ μόλις ὑπερέχοντες ἐπεραιώθησαν.
因为壕沟里结了冰,却不够结实,无法在上面行走,而是像东风(或北风)吹拂时那样,更偏向水状的薄冰;而且在这样的风中,夜里飘着小雪,使得壕沟里的水位大大上涨,他们只能勉强将头露出水面,艰难地渡了过去。
ἐγένετο δὲ καὶ ἡ διάφευξις αὐτοῖς μᾶλλον διὰ τοῦ χειμῶνος τὸ μέγεθος.
他们的成功逃脱,在很大程度上也正是因为这场风暴的猛烈。

词汇与语法注释

  1. 3.23.1οἱ δ’ ὑπερβαίνοντες... οἱ μὲν... οἱ δ’ — 悬垂主格(无谓语主格)结构。句首的 "οἱ δ’ ὑπερβαίνοντες τῶν Πλαταιῶν" 作为整句的主语被提出,但并没有直接的限定动词,而是随后被分裂为 "οἱ μὲν" 和 "οἱ δ’",分别支配各自的动词("εἶργον" 和 "ὑπερέβαινον")。
  2. 3.23.2ὁ δὲ διακομιζόμενος αἰεὶ — 集合单数。现在分词单数形式与副词 "αἰεὶ"(每次、相继)连用,表示“陆续渡过去的人们”,代指前后相继、不断重复的群体行为。
  3. 3.23.4φθάνουσι... διαβάντες — 动词 "φθάνω" 结合分词的惯用结构,意为“抢先做某事”或“在他人之前完成某事”。在此处指普拉提亚人中最后渡河的人在敌军赶到之前便已成功渡过了壕沟。
  4. 3.23.5ὃ μόλις ὑπερέχοντες ἐπεραιώθησαν — 分词 "ὑπερέχοντες" 的省略补充。作不及物动词使用,意为“(将头等)保持在水面之上”,描绘了水位极高、他们只能勉强将头露出水面艰难渡河的困境。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §3.23.1-3.23.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.23.1-3.23.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。