Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §3.22.1-3.22.8

普拉提亚人雨夜越墙突围与佯攻牵制

第 271 段,共 917 段 · 希腊语

内容简介

普拉提亚人利用风雨交加的黑夜企图越墙突围,部分人成功登顶。尽管因瓦片掉落的声响引起了守卫的警觉,但城内同伴的牵制进攻和伪装的火把信号令敌军陷入混乱,难以有效增援。

§3.22.1οἱ δ᾽, ἐπειδὴ παρεσκεύαστο αὐτοῖς, τηρήσαντες νύκτα χειμέριον ὕδατι καὶ ἀνέμῳ καὶ ἅμ’ ἀσέληνον ἐξῇσαν· ἡγοῦντο δὲ οἵπερ καὶ τῆς πείρας αἴτιοι ἦσαν.
当他们的准备工作就绪后,他们趁着一个刮风下雨的暴风雨之夜,且同时又是无月之夜,动身出发了;引领他们的正是这次行动的发起者们。
καὶ πρῶτον μὲν τὴν τάφρον διέβησαν ἣ περιεῖχεν αὐτούς, ἔπειτα προσέμειξαν τῷ τείχει τῶν πολεμίων λαθόντες τοὺς φύλακας, ἀνὰ τὸ σκοτεινὸν μὲν οὐ προϊδόντων αὐτῶν, ψόφῳ δὲ τῷ ἐκ τοῦ προσιέναι αὐτοὺς ἀντιπαταγοῦντος τοῦ ἀνέμου οὐ κατακουσάντων·
他们首先渡过了包围着他们的壕沟,然后接近了敌人的围墙而没有被守卫发现,因为守卫们在黑暗中无法看见他们,也因为风声呼啸,掩盖了他们走近时的声响,使守卫无法听见。
§3.22.2ἅμα δὲ καὶ διέχοντες πολὺ ᾖσαν, ὅπως τὰ ὅπλα μὴ κρουόμενα πρὸς ἄλληλα αἴσθησιν παρέχοι.
同时,他们彼此之间保持着较宽的距离前进,以免武器互相碰撞而暴露行踪。
ἦσαν δὲ εὐσταλεῖς τε τῇ ὁπλίσει καὶ τὸν ἀριστερὸν μόνον πόδα ὑποδεδεμένοι ἀσφαλείας ἕνεκα τῆς πρὸς τὸν πηλόν.
他们装备轻便,且为了在泥泞中防滑安全起见,只在左脚上穿了鞋。
§3.22.3κατὰ οὖν μεταπύργιον προσέμισγον πρὸς τὰς ἐπάλξεις, εἰδότες ὅτι ἐρῆμοί εἰσι, πρῶτον μὲν οἱ τὰς κλίμακας φέροντες, καὶ προσέθεσαν· ἔπειτα ψιλοὶ δώδεκα ξὺν ξιφιδίῳ καὶ θώρακι ἀνέβαινον, ὧν ἡγεῖτο Ἀμμέας ὁ Κοροίβου καὶ πρῶτος ἀνέβη· μετὰ δὲ αὐτὸν οἱ ἑπόμενοι, ἓξ ἐφ’ ἑκάτερον τῶν πύργων, ἀνέβαινον.
于是,在两塔之间的墙段,由于知道那里空无一人,首先是由携带梯子的人靠近并将梯子架好;接着,十二名仅配备短剑和胸甲的轻装兵开始攀登,由克罗伊玻斯之子阿梅亚斯率领并首先登顶;紧随其后的士兵则分别向两边的塔楼各攀登了六人。
ἔπειτα ψιλοὶ ἄλλοι μετὰ τούτους ξὺν δορατίοις ἐχώρουν, οἷς ἕτεροι κατόπιν τὰς ἀσπίδας ἔφερον, ὅπως ἐκεῖνοι ῥᾷον προσβαίνοιεν, καὶ ἔμελλον δώσειν ὁπότε πρὸς τοῖς πολεμίοις εἶεν.
在这之后,其他手持短矛的轻装兵跟着前进,另一些人则在后面替他们拿着盾牌,以便他们能更轻松地攀登,并准备在他们接近敌人时将盾牌递给他们。
§3.22.4ὡς δὲ ἄνω πλείους ἐγένοντο, ᾔσθοντο οἱ ἐκ τῶν πύργων φύλακες· κατέβαλε γάρ τις τῶν Πλαταιῶν ἀντιλαμβανόμενος ἀπὸ τῶν ἐπάλξεων κεραμίδα, ἣ πεσοῦσα δοῦπον ἐποίησεν.
当较多的人登上墙顶时,塔楼里的守卫们察觉到了;因为一名普拉提亚人在攀抓胸墙时,碰落了一块瓦片,瓦片掉落下去发出了声响。
§3.22.5καὶ αὐτίκα βοὴ ἦν, τὸ δὲ στρατόπεδον ἐπὶ τὸ τεῖχος ὥρμησεν·
顿时警报大作,军营里的士兵纷纷向围墙奔去;因为夜黑风高,他们不知道危险究竟在何处。
οὐ γὰρ ᾔδει ὅτι ἦν τὸ δεινὸν σκοτεινῆς νυκτὸς καὶ χειμῶνος ὄντος, καὶ ἅμα οἱ ἐν τῇ πόλει τῶν Πλαταιῶν ὑπολελειμμένοι ἐξελθόντες προσέβαλον τῷ τείχει τῶν Πελοποννησίων ἐκ τοὔμπαλιν ἢ οἱ ἄνδρες αὐτῶν ὑπερέβαινον, ὅπως ἥκιστα πρὸς αὐτοὺς τὸν νοῦν ἔχοιεν.
与此同时,留在普拉提亚城内的其余人也出城,从与他们同伴翻越处相反的方向攻击伯罗奔尼撒人的围墙,使敌人尽可能不把注意力集中在脱逃者身上。
§3.22.6ἐθορυβοῦντο μὲν οὖν κατὰ χώραν μένοντες, βοηθεῖν δὲ οὐδεὶς ἐτόλμα ἐκ τῆς ἑαυτῶν φυλακῆς, ἀλλ’ ἐν ἀπόρῳ ἦσαν εἰκάσαι τὸ γιγνόμενον.
因此,他们留在原处,陷入一片混乱,没有人敢离开自己的岗位去增援,而是不知所措地猜测究竟发生了什么事。
§3.22.7καὶ οἱ τριακόσιοι αὐτῶν, οἷς ἐτέτακτο παραβοηθεῖν εἴ τι δέοι, ἐχώρουν ἔξω τοῦ τείχους πρὸς τὴν βοήν.
他们之中被指派在有需要时前往增援的三百人,沿着围墙外侧朝发出喊声的方向走去。
φρυκτοί τε ᾔροντο ἐς τὰς Θήβας πολέμιοι·
敌方也向底比斯升起了示警的火把。
§3.22.8παρανῖσχον δὲ καὶ οἱ ἐκ τῆς πόλεως Πλαταιῆς ἀπὸ τοῦ τείχους φρυκτοὺς πολλοὺς πρότερον παρεσκευασμένους ἐς αὐτὸ τοῦτο, ὅπως ἀσαφῆ τὰ σημεῖα τῆς φρυκτωρίας τοῖς πολεμίοις ᾖ καὶ μὴ βοηθοῖεν, ἄλλο τι νομίσαντες τὸ γιγνόμενον εἶναι ἢ τὸ ὄν, πρὶν σφῶν οἱ ἄνδρες οἱ ἐξιόντες διαφύγοιεν καὶ τοῦ ἀσφαλοῦς ἀντιλάβοιντο.
作为应对,城内的普拉提亚人也从围墙上同时升起了许多早已为此准备好的火把,好让敌人的火光信号变得模糊不清,使他们无法前来增援,让他们以为发生的事情并非真实情况,直到他们逃亡的同伴得以脱身并到达安全地带。

词汇与语法注释

  1. §3.22.1οὐ προϊδόντων αὐτῶν, ψόφῳ δὲ τῷ ἐκ τοῦ προσιέναι αὐτοὺς ἀντιπαταγοῦντος τοῦ ἀνέμου οὐ κατακουσάντων — οὐ προϊδόντων αὐτῶν 和 οὐ κατακουσάντων 均为主格独立分词(独立属格)结构,其逻辑主语是前文提及的守卫们(τοὺς φύλακας),而非主句的主语(逃跑的普拉提亚人,οἱ δ᾽)。夹在它们中间的是另一个独立属格结构 ἀντιπαταγοῦντος τοῦ ἀνέμου(‘因为风声呼啸’),用以解释守卫们无法听清声响的原因。
  2. §3.22.2τὸν ἀριστερὸν μόνον πόδα ὑποδεδεμένοι — 完成时中动分词 ὑποδεδεμένοι(穿着鞋)带有名词 τὸν ἀριστερὸν μόνον πόδα(宾格)作为其直接宾语。这一结构反映了中动语态表示对自身或自己的身体部位施加动作的用法,或者也可以被解释为关系宾格。
  3. §3.22.8ὅπως ἀσαφῆ τὰ σημεῖα τῆς φρυκτωρίας τοῖς πολεμίοις ᾖ καὶ μὴ βοηθοῖεν — 在由 ὅπως 引导的目的从句中,虚拟语气 ᾖ(现在时)和祈愿语气 βοηθοῖεν(现在时)并列协调。由于主句动词为过去时(未完成过去时 παρανῖσχον),修昔底德在此采用了其标志性的语气转换(variatio),将生动的直接目的(虚拟语气)与过去时态后常规出现的斜格祈愿语气(祈愿语气)融合在了一起。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §3.22.1-3.22.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.22.1-3.22.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。