§3.18.1Μυτιληναῖοι δὲ κατὰ τὸν αὐτὸν χρόνον ὃν οἱ Λακεδαιμόνιοι περὶ τὸν Ἰσθμὸν ἦσαν ἐπὶ Μήθυμναν ὡς προδιδομένην ἐστράτευσαν κατὰ γῆν αὐτοί τε καὶ οἱ ἐπίκουροι·
在拉刻代蒙人留在地峡附近的同一时期,米蒂利尼人与他们的盟军一起,由于指望美索姆纳会被出卖,便从陆路对美索姆纳发动了远征。
καὶ προσβαλόντες τῇ πόλει, ἐπειδὴ οὐ προυχώρει ᾗ προσεδέχοντο, ἀπῆλθον ἐπ’ Ἀντίσσης καὶ Πύρρας καὶ Ἐρέσου, καὶ καταστησάμενοι τὰ ἐν ταῖς πόλεσι ταύταις βεβαιότερα καὶ τείχη κρατύναντες διὰ τάχους ἀπῆλθον ἐπ’ οἴκου.
在进攻该城后,因战事未如预期般进展,他们便退往安提萨、皮拉和埃雷索斯,在使这些城市的局势更加稳固并加强了城墙之后,便急忙启程回家。
§3.18.2ἐστράτευσαν δὲ καὶ οἱ Μηθυμναῖοι ἀναχωρησάντων αὐτῶν ἐπ’ Ἄντισσαν· καὶ ἐκβοηθείας τινὸς γενομένης πληγέντες ὑπό τε τῶν Ἀντισσαίων καὶ τῶν ἐπικούρων ἀπέθανόν τε πολλοὶ καὶ ἀνεχώρησαν οἱ λοιποὶ κατὰ τάχος.
在他们撤退之后,美索姆纳人也对安提萨发动了远征;但在对方守军出击后,他们遭到安提萨人和盟军的击败,死伤众多,其余的人便急忙撤回。
§3.18.3οἱ δὲ Ἀθηναῖοι πυνθανόμενοι ταῦτα, τούς τε Μυτιληναίους τῆς γῆς κρατοῦντας καὶ τοὺς σφετέρους στρατιώτας οὐχ ἱκανοὺς ὄντας εἴργειν, πέμπουσι περὶ τὸ φθινόπωρον ἤδη ἀρχόμενον Πάχητα τὸν Ἐπικούρου στρατηγὸν καὶ χιλίους ὁπλίτας ἑαυτῶν.
雅典人得知这些消息,即米蒂利尼人控制了该地,而他们自己的士兵不足以阻挡对方,便在秋天刚刚开始的时候,派遣了埃皮库罗斯之子帕克斯为将军,并带去了一千名他们自己的重装步兵。
§3.18.4οἱ δὲ αὐτερέται πλεύσαντες τῶν νεῶν ἀφικνοῦνται καὶ περιτειχίζουσι Μυτιλήνην ἐν κύκλῳ ἁπλῷ τείχει· φρούρια δ’ ἔστιν ᾗ ἐπὶ τῶν καρτερῶν ἐγκατῳκοδόμηται.
他们自己摇桨驾船抵达,并用单层围墙在四周将米蒂利尼包围起来;在一些险要高地上还加筑了哨所。
§3.18.5καὶ ἡ μὲν Μυτιλήνη κατὰ κράτος ἤδη ἀμφοτέρωθεν καὶ ἐκ γῆς καὶ ἐκ θαλάσσης εἴργετο, καὶ ὁ χειμὼν ἤρχετο γίγνεσθαι.
于是,米蒂利尼在此时已从陆路和海路两面被强力封锁,而冬季也开始临近。