§3.14.1‘αἰσχυνθέντες οὖν τάς τε τῶν Ἑλλήνων ἐς ὑμᾶς ἐλπίδας καὶ Δία τὸν Ὀλύμπιον, ἐν οὗ τῷ ἱερῷ ἴσα καὶ ἱκέται ἐσμέν, ἐπαμύνατε Μυτιληναίοις ξύμμαχοι γενόμενοι, καὶ μὴ προῆσθε ἡμᾶς ἴδιον μὲν τὸν κίνδυνον τῶν σωμάτων παραβαλλομένους, κοινὴν δὲ τὴν ἐκ τοῦ κατορθῶσαι ὠφελίαν ἅπασι δώσοντας, ἔτι δὲ κοινοτέραν τὴν βλάβην, εἰ μὴ πεισθέντων ὑμῶν σφαλησόμεθα.
“因此,请尊重希腊人对你们的期望,以及奥林匹亚的宙斯——在他的神殿中,我们实际上就如同叩拜的哀求者一样——请通过成为盟友来援助米蒂利尼人,切勿遗弃我们。 我们虽然以血肉之躯独自承担着危险,但若成功,我们将把由此带来的利益作为共同的福祉奉献给所有人;而如果我们因你们未被说服而遭遇失败,那将带来更为普遍、波及所有人的危害。
§3.14.2γίγνεσθε δὲ ἄνδρες οἵουσπερ ὑμᾶς οἵ τε Ἕλληνες ἀξιοῦσι καὶ τὸ ἡμέτερον δέος βούλεται.
请成为这样的人吧,正如希腊人对你们所期待的那样,也正如我们的恐惧所指望的那样。
’
”