Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §3.13.1-3.13.7

雅典的疲敝与向斯巴达请求救援

第 262 段,共 917 段 · 希腊语

内容简介

莱斯博斯使者阐述了其独立的充足正当性以及雅典当前的疲敝局势,敦促斯巴达及其盟友抓住这一前所未有的良机,接纳他们为盟友并迅速派遣援军。

§3.13.1‘τοιαύτας ἔχοντες προφάσεις καὶ αἰτίας, ὦ Λακεδαιμόνιοι καὶ ξύμμαχοι, ἀπέστημεν, σαφεῖς μὲν τοῖς ἀκούουσι γνῶναι ὡς εἰκότως ἐδράσαμεν, ἱκανὰς δὲ ἡμᾶς ἐκφοβῆσαι καὶ πρὸς ἀσφάλειάν τινα τρέψαι, βουλομένους μὲν καὶ πάλαι, ὅτε ἔτι ἐν τῇ εἰρήνῃ ἐπέμψαμεν ὡς ὑμᾶς περὶ ἀποστάσεως, ὑμῶν δὲ οὐ προσδεξαμένων κωλυθέντας·
“斯巴达人及诸位盟友,我们怀着这样的借口与理由宣告独立,这些理由对听众而言足够明确,使人知晓我们的做法理所当然,对我们而言也足以让我们感到恐惧,并促使我们去寻求某种安全。 其实,早在和平时期,我们就曾派使节向你们提出独立之事,只是由于你们没有接纳而受阻。
νῦν δὲ ἐπειδὴ Βοιωτοὶ προυκαλέσαντο εὐθὺς ὑπηκούσαμεν, καὶ ἐνομίζομεν ἀποστήσεσθαι διπλῆν ἀπόστασιν, ἀπό τε τῶν Ἑλλήνων μὴ ξὺν κακῶς ποιεῖν αὐτοὺς μετ’ Ἀθηναίων ἀλλὰ ξυνελευθεροῦν, ἀπό τε Ἀθηναίων μὴ αὐτοὶ διαφθαρῆναι ὑπ’ ἐκείνων ἐν ὑστέρῳ ἀλλὰ προποιῆσαι.
但现在,一旦波奥蒂亚人向我们发出邀请,我们立即响应,并且我们认为这将实现双重的独立:一方面,从希腊人中独立,不再与雅典人一起加害他们,而是与他们共同获得解放;另一方面,从雅典人中独立,免于日后被他们毁灭,而是先发制人。
§3.13.2ἡ μέντοι ἀπόστασις ἡμῶν θᾶσσον γεγένηται καὶ ἀπαράσκευος· ᾗ καὶ μᾶλλον χρὴ ξυμμάχους δεξαμένους ἡμᾶς διὰ ταχέων βοήθειαν ἀποστέλλειν, ἵνα φαίνησθε ἀμύνοντές τε οἷς δεῖ καὶ ἐν τῷ αὐτῷ τοὺς πολεμίους βλάπτοντες.
然而,我们的独立发生得过于仓促且毫无准备;因此,你们更应当接纳我们为盟友,并迅速派遣援军,以便表明你们既保护了该保护的人,同时又打击了敌人。
§3.13.3καιρὸς δὲ ὡς οὔπω πρότερον.
现在的时机是前所未有的。
νόσῳ τε γὰρ ἐφθάραται Ἀθηναῖοι καὶ χρημάτων δαπάνῃ, νῆές τε αὐτοῖς αἱ μὲν περὶ τὴν ὑμετέραν εἰσίν, αἱ δ’ ἐφ’ ἡμῖν τετάχαται.
因为雅典人因疫病和战费开支而疲惫不堪,他们的船只,一部分在你们的国土周围,另一部分则部署在我们这里。
§3.13.4ὥστε οὐκ εἰκὸς αὐτοὺς περιουσίαν νεῶν ἔχειν, ἢν ὑμεῖς ἐν τῷ θέρει τῷδε ναυσί τε καὶ πεζῷ ἅμα ἐπεσβάλητε τὸ δεύτερον, ἀλλ’ ἢ ὑμᾶς οὐκ ἀμυνοῦνται ἐπιπλέοντας ἢ ἀπ᾽ ἀμφοτέρων ἀποχωρήσονται.
因此,如果你们在今年夏天以海陆两军同时发起第二次入侵,他们不太可能有富余的船只;他们要么无法防守你们的进攻,要么必须从这两个战场撤退。
§3.13.5νομίσῃ τε μηδεὶς ἀλλοτρίας γῆς πέρι οἰκεῖον κίνδυνον ἕξειν.
任何人都不应认为,自己是在为别人的土地而面临自身的危险。
ᾧ γὰρ δοκεῖ μακρὰν ἀπεῖναι ἡ Λέσβος, τὴν ὠφελίαν αὐτῷ ἐγγύθεν παρέξει.
因为,无论谁觉得莱斯博斯岛遥不可及,它都会从近处给他带来益处。
οὐ γὰρ ἐν τῇ Ἀττικῇ ἔσται ὁ πόλεμος, ὥς τις οἴεται, ἀλλὰ δι’ ἣν ἡ Ἀττικὴ ὠφελεῖται.
因为战争不会像有人所认为的那样在阿提卡进行,而是在那个阿提卡赖以获得益处的土地上进行。
§3.13.6ἔστι δὲ τῶν χρημάτων ἀπὸ τῶν ξυμμάχων ἡ πρόσοδος, καὶ ἔτι μείζων ἔσται, εἰ ἡμᾶς καταστρέψονται·
雅典人的资金收入来自盟友,如果他们征服了我们,这一收入还会更大。
οὔτε γὰρ ἀποστήσεται ἄλλος τά τε ἡμέτερα προσγενήσεται, πάθοιμέν τ’ ἂν δεινότερα ἢ οἱ πρὶν δουλεύοντες.
因为这样既不会再有其他人独立,我们的财产也会归于他们,而且我们将遭受比先前已经受奴役的人更为悲惨的命运。
§3.13.7βοηθησάντων δὲ ὑμῶν προθύμως πόλιν τε προσλήψεσθε ναυτικὸν ἔχουσαν μέγα, οὗπερ ὑμῖν μάλιστα προσδεῖ, καὶ Ἀθηναίους ῥᾷον καθαιρήσετε ὑφαιροῦντες αὐτῶν τοὺς ξυμμάχους (θρασύτερον γὰρ πᾶς τις προσχωρήσεται), τήν τε αἰτίαν ἀποφεύξεσθε ἣν εἴχετε μὴ βοηθεῖν τοῖς ἀφισταμένοις.
但如果你们积极援助,你们不仅会得到一个拥有庞大舰队、这正是你们最急需的城市,而且会通过夺走雅典人的盟友来更容易地打败他们(因为所有人都会更大胆地归顺你们),同时,你们也将洗刷先前不援助独立者的恶名。
ἢν δ’ ἐλευθεροῦντες φαίνησθε, τὸ κράτος τοῦ πολέμου βεβαιότερον ἕξετε.
如果你们展现出解放者的姿态,你们就将更牢固地掌握战争的主导权。 ”

词汇与语法注释

  1. 3.13.1σαφεῖς μὲν τοῖς ἀκούουσι γνῶναι ὡς εἰκότως ἐδράσαμεν — 修饰形容词 `σαφεῖς`(“明确的”)的不定式 `γνῶναι` 是说明性(外延性)不定式,表示方面或结果(“对于听众来说,足以明确得知我们做得很合理”)。后半句中修饰 `ἱκανὰς`(“足够的”)的 `ἐκφοβῆσαι` 和 `τρέψαι` 也采用了相同的平行结构。
  2. 3.13.1ἀποστήσεσθαι διπλῆν ἀπόστασιν — 同族宾格 `διπλῆν ἀπόστασιν`(“双重的独立/背叛”)作为不及物动词 `ἀποστήσεσθαι`(“独立/背叛”)的宾语使用,起到了强调和具体化该行为的作用。
  3. 3.13.5δι’ ἣν ἡ Ἀττικὴ ὠφελεῖται — 关系代词 `ἣν` 的先行词在语境中应指代莱斯博斯岛或盟国领土等阴性单数名词(如 `γῆ`“土地”)。介词 `διά` 加宾格在此表示手段或原因(“阿提卡赖以获得益处的[土地]”)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §3.13.1-3.13.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.13.1-3.13.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。