§3.12.1τίς οὖν αὕτη ἢ φιλία ἐγίγνετο ἢ ἐλευθερία πιστή, ἐν ᾗ παρὰ γνώμην ἀλλήλους ὑπεδεχόμεθα, καὶ οἱ μὲν ἡμᾶς ἐν τῷ πολέμῳ δεδιότες ἐθεράπευον, ἡμεῖς δὲ ἐκείνους ἐν τῇ ἡσυχίᾳ τὸ αὐτὸ ἐποιοῦμεν·
“那么,这算是什么友谊,或者什么值得信赖的自由呢? 在这种关系中,我们违背本意地互相容忍,他们在战争中因恐惧而讨好我们,而我们在和平时期也对他们做同样的事。
ὅ τε τοῖς ἄλλοις μάλιστα εὔνοια πίστιν βεβαιοῖ, ἡμῖν τοῦτο ὁ φόβος ἐχυρὸν παρεῖχε, δέει τε τὸ πλέον ἢ φιλίᾳ κατεχόμενοι ξύμμαχοι ἦμεν·
在其他人那里,好意最能巩固信义,而在我们这里,恐惧却使这种安全得以确立,我们成为盟友,更多是由于恐惧而非由于友谊。
καὶ ὁποτέροις θᾶσσον παράσχοι ἀσφάλεια θάρσος,οὗτοι πρότεροί τι καὶ παραβήσεσθαι ἔμελλον.
而且,无论哪一方先因获得安全感而产生胆量,这一方就注定会先违背盟约。
§3.12.2ὥστε εἴ τῳ δοκοῦμεν ἀδικεῖν προαποστάντες διὰ τὴν ἐκείνων μέλλησιν τῶν ἐς ἡμᾶς δεινῶν, αὐτοὶ οὐκ ἀνταναμείναντες σαφῶς εἰδέναι εἴ τι αὐτῶν ἔσται, οὐκ ὀρθῶς σκοπεῖ.
因此,如果有人认为,因为他们迟迟未向我们施加那些可怕的企图,而我们自己没有同样等待去明确知晓这些事是否会发生就提前背叛,是我们做错了,那么他的看法是不正确的。
§3.12.3εἰ γὰρ δυνατοὶ ἦμεν ἐκ τοῦ ἴσου καὶ ἀντεπιβουλεῦσαι καὶ ἀντιμελλῆσαι, τί ἔδει ἡμᾶς ἐκ τοῦ ὁμοίου ἐπ’ ἐκείνοις εἶναι;
因为,如果我们能够以平等的地位既反过来策划阴谋,又反过来拖延,我们又何必在同等的条件下听任他们的摆布呢?
ἐπ’ ἐκείνοις δὲ ὄντος αἰεὶ τοῦ ἐπιχειρεῖν καὶ ἐφ’ ἡμῖν εἶναι δεῖ τὸ προαμύνασθαι.
但是,既然主动进攻的权力始终在他们手中,那么提前防卫的权力也应当在我们的手中。 ”