§3.11.1καὶ εἰ μὲν αὐτόνομοι ἔτι ἦμεν ἅπαντες, βεβαιότεροι ἂν ἡμῖν ἦσαν μηδὲν νεωτεριεῖν· ὑποχειρίους δὲ ἔχοντες τοὺς πλείους, ἡμῖν δὲ ἀπὸ τοῦ ἴσου ὁμιλοῦντες, χαλεπώτερον εἰκότως ἔμελλον οἴσειν καὶ πρὸς τὸ πλέον ἤδη εἶκον τοῦ ἡμετέρου ἔτι μόνου ἀντισουμένου, ἄλλως τε καὶ ὅσῳ δυνατώτεροι αὐτοὶ αὑτῶν ἐγίγνοντο καὶ ἡμεῖς ἐρημότεροι.
“而且,如果我们大家仍然保持独立,我们本可以更确信他们不会进行任何变革;但是,他们既然已经控制了大多数人,却只与我们平等相待,他们自然会觉得这更难容忍,尤其是因为其他人在他们更大的力量面前已经屈服,而唯独我们这一方依然在平等对峙;特别是随着他们自身变得比过去更强大,而我们变得更加孤立,情况就更是如此。
§3.11.2τὸ δὲ ἀντίπαλον δέος μόνον πιστὸν ἐς ξυμμαχίαν· ὁ γὰρ παραβαίνειν τι βουλόμενος τῷ μὴ προύχων ἂν ἐπελθεῖν ἀποτρέπεται.
因为只有相互的恐惧才是同盟中唯一的信义基础;因为那企图背约的人,会因无法以优势力量发起进攻而打消念头。
§3.11.3αὐτόνομοί τε ἐλείφθημεν οὐ δι’ ἄλλο τι ἢ ὅσον αὐτοῖς ἐς τὴν ἀρχὴν εὐπρεπείᾳ τε λόγου καὶ γνώμης μᾶλλον ἐφόδῳ ἢ ἰσχύος τὰ πράγματα ἐφαίνετο καταληπτά.
我们之所以被允许保持独立,没有别的原因,只是因为在他们看来,为了他们的统治,通过冠冕堂皇的言辞和智谋的途径,比通过武力更容易掌控局势。
§3.11.4ἅμα μὲν γὰρ μαρτυρίῳ ἐχρῶντο μὴ ἂν τούς γε ἰσοψήφους ἄκοντας, εἰ μή τι ἠδίκουν οἷς ἐπῇσαν, ξυστρατεύειν· ἐν τῷ αὐτῷ δὲ καὶ τὰ κράτιστα ἐπί τε τοὺς ὑποδεεστέρους πρώτους ξυνεπῆγον καὶ τὰ τελευταῖα λιπόντες τοῦ ἄλλου περιῃρημένου ἀσθενέστερα ἔμελλον ἕξειν.
因为他们同时也在利用我们作为证据,表明那些拥有平等投票权的人,除非他们所进攻的对象有错,否则绝不会违心地随同出征;与此同时,他们通过先带领最强大的人去共同进攻较弱的人,并将最强大的人留到最后,从而企图在其他人被剥夺干净之后,使这些最强大的人变得更为软弱,以此来收拾他们。
§3.11.5εἰ δὲ ἀφ’ ἡμῶν ἤρξαντο, ἐχόντων ἔτι τῶν πάντων αὐτῶν τε ἰσχὺν καὶ πρὸς ὅτι χρὴ στῆναι, οὐκ ἂν ὁμοίως ἐχειρώσαντο.
如果他们先从我们下手,在大家仍保有各自的力量且有所依靠的时候,他们就无法如此轻易地征服我们了。
§3.11.6τό τε ναυτικὸν ἡμῶν παρεῖχέ τινα φόβον μή ποτε καθ’ ἓν γενόμενον ἢ ὑμῖν ἢ ἄλλῳ τῳ προσθέμενον κίνδυνον σφίσι παράσχῃ.
此外,我们的海军也给他们带来了一些恐惧,担心我们有朝一日会联合起来,或者投靠你们或其他人,从而给他们带来危险。
§3.11.7τὰ δὲ καὶ ἀπὸ θεραπείας τοῦ τε κοινοῦ αὐτῶν καὶ τῶν αἰεὶ προεστώτων περιεγιγνόμεθα.
而且,我们能在一定程度上幸存下来,也是由于我们讨好了他们的公众以及当时的掌权者。
§3.11.8οὐ μέντοι ἐπὶ πολύ γ’ ἂν ἐδοκοῦμεν δυνηθῆναι, εἰ μὴ ὁ πόλεμος ὅδε κατέστη, παραδείγμασι χρώμενοι τοῖς ἐς τοὺς ἄλλους.
然而,以发生在其他人身上的事为前车之鉴,若非这场战争爆发,我们恐怕是无法长久维持下去的。 ”