Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §3.115.1-3.115.6

雅典增援西西里的决议与庇索多鲁斯的战败

第 364 段,共 917 段 · 希腊语

内容简介

西西里的雅典人登陆希梅拉并远征埃奥利斯群岛。应西西里盟友的增援请求,雅典决定派遣四十艘船,并先派出庇索多鲁斯,但他在洛克里战败。

§3.115.1οἱ δ’ ἐν τῇ Σικελίᾳ Ἀθηναῖοι τοῦ αὐτοῦ χειμῶνος ἔς τε τὴν Ἱμεραίαν ἀπόβασιν ἐποιήσαντο ἐκ τῶν νεῶν μετὰ τῶν Σικελῶν τῶν ἄνωθεν ἐσβεβληκότων ἐς τὰ ἔσχατα τῆς Ἱμεραίας, καὶ ἐπὶ τὰς Αἰόλου νήσους ἔπλευσαν.
在同一冬季,西西里的雅典人与从内陆侵入希梅拉边境的西西里人一起,从船上登陆希梅拉地区,并向埃奥利斯群岛航行。
§3.115.2ἀναχωρήσαντες δὲ ἐς Ῥήγιον Πυθόδωρον τὸν Ἰσολόχου Ἀθηναίων στρατηγὸν καταλαμβάνουσιν ἐπὶ τὰς ναῦς διάδοχον ὧν ὁ Λάχης ἦρχεν.
他们撤回雷吉乌姆后,迎来了雅典人的将军、伊索洛霍斯之子庇索多鲁斯,他是作为拉凯斯所指挥的船队的接替者而来的。
§3.115.3οἱ γὰρ ἐν Σικελίᾳ ξύμμαχοι πλεύσαντες ἔπεισαν τοὺς Ἀθηναίους βοηθεῖν σφίσι πλείοσι ναυσίν· τῆς μὲν γὰρ γῆς αὐτῶν οἱ Συρακόσιοι ἐκράτουν, τῆς δὲ θαλάσσης ὀλίγαις ναυσὶν εἰργόμενοι παρεσκευάζοντο ναυτικὸν ξυναγείροντες ὡς οὐ περιοψόμενοι.
因为西西里的盟友曾派人航行,说服雅典人派遣更多的船只来援助他们;因为叙拉古人控制了他们的土地,且在海上仅被少数船只所阻挡,他们正准备集结海军,表示不愿坐视不管。
§3.115.4καὶ ἐπλήρουν ναῦς τεσσαράκοντα οἱ Ἀθηναῖοι ὡς ἀποστελοῦντες αὐτοῖς, ἅμα μὲν ἡγούμενοι θᾶσσον τὸν ἐκεῖ πόλεμον καταλυθήσεσθαι, ἅμα δὲ βουλόμενοι μελέτην τοῦ ναυτικοῦ ποιεῖσθαι.
于是雅典人装备了四十艘船准备派遣给他们,一方面认为那里的战争会更快结束,另一方面也希望让自己的海军得到锻炼。
§3.115.5τὸν μὲν οὖν ἕνα τῶν στρατηγῶν ἀπέστειλαν Πυθόδωρον ὀλίγαις ναυσί, Σοφοκλέα δὲ τὸν Σωστρατίδου καὶ Εὐρυμέδοντα τὸν Θουκλέους ἐπὶ τῶν πλειόνων νεῶν ἀποπέμψειν ἔμελλον.
因此,他们首先派遣了将军之一的庇索多鲁斯率领少数船只,而准备在随后派遣索斯特拉蒂德斯之子索福克勒斯和斯乌克莱斯之子欧里梅敦率领其余的大部分船只。
§3.115.6ὁ δὲ Πυθόδωρος ἤδη ἔχων τὴν τοῦ Λάχητος τῶν νεῶν ἀρχὴν ἔπλευσε τελευτῶντος τοῦ χειμῶνος ἐπὶ τὸ Λοκρῶν φρούριον ὃ πρότερον Λάχης εἷλε, καὶ νικηθεὶς μάχῃ ὑπὸ τῶν Λοκρῶν ἀπεχώρησεν.
已经接管拉凯斯船队指挥权的庇索多鲁斯,在冬季行将结束时,向拉凯斯先前攻占的洛克里人的堡垒航行,但在与洛克里人的战斗中被击败,于是撤退。

词汇与语法注释

  1. §3.115.2καταλαμβάνουσιν — 历史现在时,表示撤退回雷吉乌姆的雅典人‘遇到’或‘发现’了已经抵达那里的庇索多鲁斯。‘διάδοχον’(接替者)作为宾语补足语,修饰庇索多鲁斯。
  2. §3.115.3τῆς δὲ θαλάσσης ὀλίγαις ναυσὶν εἰργόμενοι — 分词‘εἰργόμενοι’的主语是前句的‘οἱ Συρακόσιοι’(叙拉古人)。‘ὀλίγαις ναυσὶν’指雅典人的少数船只。即叙拉古人虽然控制了陆地,但在海上却被雅典的少数船只所阻挡。
  3. §3.115.3ὡς οὐ περιοψόμενοι — ‘ὡς’与未来分词‘περιοψόμενοι’连用,表示叙拉古人的主观意图或决心(‘因为他们不打算坐视不管’)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §3.115.1-3.115.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.115.1-3.115.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。