§3.116.1ἐρρύη δὲ περὶ αὐτὸ τὸ ἔαρ τοῦτο ὁ ῥύαξ τοῦ πυρὸς ἐκ τῆς Αἴτνης, ὥσπερ καὶ πρότερον, καὶ γῆν τινὰ ἔφθειρε τῶν Καταναίων, οἳ ὑπὸ τῇ Αἴτνῃ τῷ ὄρει οἰκοῦσιν, ὅπερ μέγιστόν ἐστιν ὄρος ἐν τῇ Σικελίᾳ.
大约就在这个春天,埃特纳火山像以前一样喷发出火流,并摧毁了居住在埃特纳火山脚下的卡塔奈人的一部分土地。 埃特纳火山是西西里最大的山。
§3.116.2λέγεται δὲ πεντηκοστῷ ἔτει ῥυῆναι τοῦτο μετὰ τὸ πρότερον ῥεῦμα, τὸ δὲ ξύμπαν τρὶς γεγενῆσθαι τὸ ῥεῦμα ἀφ’ οὗ Σικελία ὑπὸ Ἑλλήνων οἰκεῖται.
据说这次喷发发生在上次喷发后的第五十年,而自希腊人定居西西里以来,这种喷发总共发生过三次。
§3.116.3ταῦτα μὲν κατὰ τὸν χειμῶνα τοῦτον ἐγένετο, καὶ ἕκτον ἔτος τῷ πολέμῳ ἐτελεύτα τῷδε ὃν Θουκυδίδης ξυνέγραψεν.
这些事就发生在这个冬季,修昔底德所著的这场战争的第六年结束了。