§3.112.1οἱ δ’ ἐκ τῆς πόλεως Ἀμπρακιῶται ἀφικνοῦνται ἐπ᾽ Ἰδομενήν.
来自城里的安布拉基亚人抵达了伊多梅内。
ἐστὸν δὲ δύο λόφω ἡ Ἰδομενὴ ὑψηλώ· τούτοιν τὸν μὲν μείζω νυκτὸς ἐπιγενομένης οἱ προαποσταλέντες ὑπὸ τοῦ Δημοσθένους ἀπὸ τοῦ στρατοπέδου ἔλαθόν τε καὶ ἔφθασαν προκαταλαβόντες (τὸν δ’ ἐλάσσω ἔτυχον οἱ Ἀμπρακιῶται προαναβάντες) καὶ ηὐλίσαντο.
伊多梅内是两座高耸的山丘;夜幕降临时,德摩斯梯尼从营地预先派出的部队在未被发现的情况下,抢先占领了其中较大的一座山丘(而安布拉基亚人恰好已经在此之前登上了较小的一座),并在那里扎营。
§3.112.2ὁ δὲ Δημοσθένης δειπνήσας ἐχώρει καὶ τὸ ἄλλο στράτευμα ἀπὸ ἑσπέρας εὐθύς, αὐτὸς μὲν τὸ ἥμισυ ἔχων ἐπὶ τῆς ἐσβολῆς, τὸ δ’ ἄλλο διὰ τῶν Ἀμφιλοχικῶν ὀρῶν.
德摩斯梯尼吃过晚饭后,立即在傍晚率领其余军队出发,他自己率领半数走隘口路线,另一半则穿过安菲洛希亚的山区。
§3.112.3καὶ ἅμα ὄρθρῳ ἐπιπίπτει τοῖς Ἀμπρακιώταις ἔτι ἐν ταῖς εὐναῖς καὶ οὐ προῃσθημένοις τὰ γεγενημένα, ἀλλὰ πολὺ μᾶλλον νομίσασι τοὺς ἑαυτῶν εἶναι· §3.112.4καὶ γὰρ τοὺς Μεσσηνίους πρώτους ἐπίτηδες ὁ Δημοσθένης προύταξε καὶ προσαγορεύειν ἐκέλευε, Δωρίδα τε γλῶσσαν ἱέντας καὶ τοῖς προφύλαξι πίστιν παρεχομένους, ἅμα δὲ καὶ οὐ καθορωμένους τῇ ὄψει νυκτὸς ἔτι οὔσης.
黎明时分,他向安布拉基亚人发起袭击,当时他们还在床铺上,完全没有察觉到发生的事情,反而深信来者是他们自己人;因为德摩斯梯尼特意将美塞尼亚人排在最前面,并命令他们向敌人打招呼,由于他们使用多利斯方言,从而赢得了前哨的信任,同时由于当时还是黑夜,他们的外貌也无法被辨认出来。
§3.112.5ὡς οὖν ἐπέπεσε τῷ στρατεύματι αὐτῶν, τρέπουσι, καὶ τοὺς μὲν πολλοὺς αὐτοῦ διέφθειραν, οἱ δὲ λοιποὶ κατὰ τὰ ὄρη ἐς φυγὴν ὥρμησαν.
于是,当他袭击他们的军队时,他们将对方击溃,当场消灭了大部分人,其余的人则往山上逃跑。
§3.112.6προκατειλημμένων δὲ τῶν ὁδῶν, καὶ ἅμα τῶν μὲν Ἀμφιλόχων ἐμπείρων ὄντων τῆς ἑαυτῶν γῆς καὶ ψιλῶν πρὸς ὁπλίτας, τῶν δὲ ἀπείρων καὶ ἀνεπιστημόνων ὅπῃ τράπωνται, ἐσπίπτοντες ἔς τε χαράδρας καὶ τὰς προλελοχισμένας ἐνέδρας διεφθείροντο.
道路已被预先占领,同时安菲洛希亚人熟悉自己的国土,且作为轻装兵对抗重装步兵占尽优势,而安布拉基亚人则毫无经验,不知该往何处转弯,因而纷纷坠入深谷或陷入预先设下的埋伏中被消灭。
§3.112.7καὶ ἐς πᾶσαν ἰδέαν χωρήσαντες τῆς φυγῆς ἐτράποντό τινες καὶ ἐς τὴν θάλασσαν οὐ πολὺ ἀπέχουσαν, καὶ ὡς εἶδον τὰς Ἀττικὰς ναῦς παραπλεούσας ἅμα τοῦ ἔργου τῇ ξυντυχίᾳ, προσένευσαν, ἡγησάμενοι ἐν τῷ αὐτίκα φόβῳ κρεῖσσον εἶναι σφίσιν ὑπὸ τῶν ἐν ταῖς ναυσίν, εἰ δεῖ, διαφθαρῆναι ἢ ὑπὸ τῶν βαρβάρων καὶ ἐχθίστων Ἀμφιλόχων.
在尝试了各种逃跑方式后,有些人甚至跑向不远处的海洋;当他们看到雅典的船只正好因战事巧合而沿岸航行时,便游了过去,在眼前的恐惧中,他们认为如果必须死,死在船上的人手中也比死于野蛮且最可恨的敌人安菲洛希亚人手中要好。
§3.112.8οἱ μὲν οὖν Ἀμπρακιῶται τοιούτῳ τρόπῳ κακωθέντες ὀλίγοι ἀπὸ πολλῶν ἐσώθησαν ἐς τὴν πόλιν· Ἀκαρνᾶνες δὲ σκυλεύσαντες τοὺς νεκροὺς καὶ τροπαῖα στήσαντες ἀπεχώρησαν ἐς Ἄργος.
于是,安布拉基亚人以此种方式遭受重创,众多人中只有少数人安全逃回城里;而阿卡纳尼亚人则剥去了死者的盔甲,树立了胜利纪念碑,然后撤退回阿尔戈斯。