§3.111.1ἐν τούτῳ δ’ οἱ Μαντινῆς καὶ οἷς ἔσπειστο πρόφασιν ἐπὶ λαχανισμὸν καὶ φρυγάνων ξυλλογὴν ἐξελθόντες ὑπαπῇσαν κατ’ ὀλίγους, ἅμα ξυλλέγοντες ἐφ’ ἃ ἐξῆλθον δῆθεν·
在此期间,曼提尼亚人以及与德摩斯梯尼缔结了和约的人,以采集蔬菜和捡拾柴火为借口出城,他们假装在收集他们出城要找的东西,同时开始三五成群地悄悄溜走。
προκεχωρηκότες δὲ ἤδη ἄπωθεν τῆς Ὄλπης θᾶσσον ἀπεχώρουν.
当他们已经离开奥尔派一段距离时,便开始更迅速地撤退。
§3.111.2οἱ δ’ Ἀμπρακιῶται καὶ οἱ ἄλλοι, ὅσοι † μὲν ἐτύγχανον οὕτως † ἁθρόοι ξυνεξελθόντες, ὡς ἔγνωσαν ἀπιόντας, ὥρμησαν καὶ αὐτοὶ καὶ ἔθεον δρόμῳ, ἐπικαταλαβεῖν βουλόμενοι.
安布拉基亚人和其他人中那些恰好一起结伙出城的人,一发现对方正在离去,也立刻冲了出去,一路奔跑,想要追上他们。
§3.111.3οἱ δὲ Ἀκαρνᾶνες τὸ μὲν πρῶτον καὶ πάντας ἐνόμισαν ἀπιέναι ἀσπόνδους ὁμοίως καὶ τοὺς Πελοποννησίους ἐπεδίωκον, καί τινας αὐτῶν τῶν στρατηγῶν κωλύοντας καὶ φάσκοντας ἐσπεῖσθαι αὐτοῖς ἠκόντισέ τις, νομίσας καταπροδίδοσθαι σφᾶς·
阿卡纳尼亚人起初以为所有人都是在没有缔结和约的情况下离去的,因此也同样追击伯罗奔尼撒人。 他们的一些将军试图阻止他们,并说明已经与对方缔结了和约,但有人原以为自己被出卖了,甚至用标枪向将军们投去。
ἔπειτα μέντοι τοὺς μὲν Μαντινέας καὶ τοὺς Πελοποννησίους ἀφίεσαν, τοὺς δ’ Ἀμπρακιώτας ἔκτεινον.
然而随后,他们放走了曼提尼亚人和伯罗奔尼撒人,却屠杀了安布拉基亚人。
§3.111.4καὶ ἦν πολλὴ ἔρις καὶ ἄγνοια εἴτε Ἀμπρακιώτης τίς ἐστιν εἴτε Πελοποννήσιος.
现场出现了极大的混乱和无法辨认的情况,分不清谁是安布拉基亚人,谁是伯罗奔尼撒人。
καὶ ἐς διακοσίους μέν τινας αὐτῶν ἀπέκτειναν· οἱ δ’ ἄλλοι διέφυγον ἐς τὴν Ἀγραΐδα ὅμορον οὖσαν, καὶ Σαλύνθιος αὐτοὺς ὁ βασιλεὺς τῶν Ἀγραίων φίλος ὢν ὑπεδέξατο.
他们杀死了其中大约两百人;其余的人则逃到了邻近的阿格莱亚地区,阿格莱亚人的国王萨伦提奥斯是他们的朋友,接纳了他们。