§3.110.1τῷ δὲ Δημοσθένει καὶ τοῖς Ἀκαρνᾶσιν ἀγγέλλεται τοὺς Ἀμπρακιώτας τοὺς ἐκ τῆς πόλεως πανδημεὶ κατὰ τὴν πρώτην ἐκ τῶν Ὀλπῶν ἀγγελίαν ἐπιβοηθεῖν διὰ τῶν Ἀμφιλόχων, βουλομένους τοῖς ἐν Ὄλπαις ξυμμεῖξαι, εἰδότας οὐδὲν τῶν γεγενημένων.
这时,德摩斯梯尼和阿卡纳尼亚人得到消息,城里的安布拉基亚人正根据从奥尔派传来的第一份消息,全军出动,穿过安菲洛希亚前来增援,他们希望与奥尔派的人会合,而对已经发生的事情一无所知。
§3.110.2καὶ πέμπει εὐθὺς τοῦ στρατοῦ μέρος τι τὰς ὁδοὺς προλοχιοῦντας καὶ τὰ καρτερὰ προκαταληψομένους, καὶ τῇ ἄλλῃ στρατιᾷ ἅμα παρεσκευάζετο βοηθεῖν ἐπ’ αὐτούς.
于是,他立即派遣了一部分军队,前去沿途设伏并预先占领险要地势,同时他也准备率领其余的军队向他们发起进攻。