Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §3.10.1-3.10.6

米蒂利尼使者控诉雅典奴役同盟国

第 259 段,共 917 段 · 希腊语

内容简介

米蒂利尼使者在请求结盟时首先阐明正义与德行的重要性,解释了他们与雅典结盟的历史渊源,并揭露了雅典奴役其他盟友的事实。

§3.10.1‘περὶ γὰρ τοῦ δικαίου καὶ ἀρετῆς πρῶτον ἄλλως τε καὶ ξυμμαχίας δεόμενοι τοὺς λόγους ποιησόμεθα, εἰδότες οὔτε φιλίαν ἰδιώταις βέβαιον γιγνομένην οὔτε κοινωνίαν πόλεσιν ἐς οὐδέν, εἰ μὴ μετ’ ἀρετῆς δοκούσης ἐς ἀλλήλους γίγνοιντο καὶ τἆλλα ὁμοιότροποι εἶεν·
“因为我们在请求结盟之时,尤其需要首先就正义与德行进行陈述。 因为我们深知,无论是个人之间的友谊,还是城邦之间任何方面的共同关系,若非在彼此之间伴随着显而易见的德行,且在其他方面志趣相投,就绝不会牢固。
ἐν γὰρ τῷ διαλλάσσοντι τῆς γνώμης καὶ αἱ διαφοραὶ τῶν ἔργων καθίστανται.
因为,正是基于理念的分歧,行动上的分歧才会产生。
§3.10.2ἡμῖν δὲ καὶ Ἀθηναίοις ξυμμαχία ἐγένετο πρῶτον ἀπολιπόντων μὲν ὑμῶν ἐκ τοῦ Μηδικοῦ πολέμου, παραμεινάντων δὲ ἐκείνων πρὸς τὰ ὑπόλοιπα τῶν ἔργων.
我们与雅典人最初结成同盟,是在你们退出波斯战争,而他们为了余下的战事留下来的时候。
§3.10.3ξύμμαχοι μέντοι ἐγενόμεθα οὐκ ἐπὶ καταδουλώσει τῶν Ἑλλήνων Ἀθηναίοις, ἀλλ’ ἐπ᾽ ἐλευθερώσει ἀπὸ τοῦ Μήδου τοῖς Ἕλλησιν.
然而,我们成为盟友,并不是为了让希腊人受雅典人奴役,而是为了把希腊人从波斯人手中解放出来。
§3.10.4καὶ μέχρι μὲν ἀπὸ τοῦ ἴσου ἡγοῦντο, προθύμως εἱπόμεθα· ἐπειδὴ δὲ ἑωρῶμεν αὐτοὺς τὴν μὲν τοῦ Μήδου ἔχθραν ἀνιέντας, τὴν δὲ τῶν ξυμμάχων δούλωσιν ἐπαγομένους, οὐκ ἀδεεῖς ἔτι ἦμεν.
只要他们还在平等的基础上进行领导,我们便积极追随;但当我们看到他们松懈了对波斯人的敌意,转而着手奴役盟友时,我们便无法再免于恐惧了。
§3.10.5ἀδύνατοι δὲ ὄντες καθ’ ἓν γενόμενοι διὰ πολυψηφίαν ἀμύνασθαι οἱ ξύμμαχοι ἐδουλώθησαν πλὴν ἡμῶν καὶ Χίων· ἡμεῖς δὲ αὐτόνομοι δὴ ὄντες καὶ ἐλεύθεροι τῷ ὀνόματι ξυνεστρατεύσαμεν.
然而盟友们由于投票权分散,无法联合起来进行自卫,除我们和希俄斯人之外,都沦为了奴隶;而我们,虽说名义上独立且自由,也只好随他们一同出征。
§3.10.6καὶ πιστοὺς οὐκέτι εἴχομεν ἡγεμόνας Ἀθηναίους, παραδείγμασι τοῖς προγιγνομένοις χρώμενοι·
我们也不再认为雅典人是可以信赖的领导者,因为我们把之前发生的事情当作了前车之鉴。
οὐ γὰρ εἰκὸς ἦν αὐτοὺς οὓς μὲν μεθ’ ἡμῶν ἐνσπόνδους ἐποιήσαντο καταστρέψασθαι, τοὺς δὲ ὑπολοίπους, εἴ ποτε ἄρα ἐδυνήθησαν, μὴ δρᾶσαι τοῦτο.
因为,他们既然已经征服了那些与我们一同签署盟约的人,那么一旦有机会,他们难道不会对剩下的人做出同样的事吗? 这显然是不合情理的。 ”

词汇与语法注释

  1. 3.10.1εἰδότες οὔτε φιλίαν ἰδιώταις βέβαιον γιγνομένην οὔτε κοινωνίαν πόλεσιν ἐς οὐδέν — 这是由分词 εἰδότες(知道)引导的间接陈述结构,宾格名词 φιλίαν 和 κοινωνίαν 与作谓语的分词 γιγνομένην(在后半句中省略)相呼应。
  2. 3.10.2ἀπολιπόντων μὲν ὑμῶν ... παραμεινάντων δὲ ἐκείνων — 两个对称的属格独立结构(genitive absolute)。ὑμῶν 指斯巴达及其盟友,ἐκείνων 指雅典人。
  3. 3.10.3οὐκ ἐπὶ καταδουλώσει τῶν Ἑλλήνων Ἀθηναίοις — Ἀθηναίοις 是与动作名词 καταδουλώσει(奴役)连用的与格,表示施事者或利害关系人(即“被雅典人奴役”或“为了雅典人而奴役”)。
  4. 3.10.6οὐ γὰρ εἰκὸς ἦν αὐτοὺς ... μὴ δρᾶσαι τοῦτο — 由 εἰκὸς ἦν(是合乎情理的/有可能的)引导的“宾格加不定式”结构,αὐτοὺς(雅典人)作主语,δρᾶσαι 作不定式。双重否定 οὐ 和 μή 表达了强烈的推测(“他们不可能不这样做”)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §3.10.1-3.10.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.10.1-3.10.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。