§3.108.1ὡς δ’ ἐν χερσὶν ἤδη ὄντες περιέσχον τῷ κέρᾳ οἱ Πελοποννήσιοι καὶ ἐκυκλοῦντο τὸ δεξιὸν τῶν ἐναντίων, οἱ ἐκ τῆς ἐνέδρας Ἀκαρνᾶνες ἐπιγενόμενοι αὐτοῖς κατὰ νώτου προσπίπτουσί τε καὶ τρέπουσιν, ὥστε μήτε ἐς ἀλκὴν ὑπομεῖναι φοβηθέντας τε ἐς φυγὴν καὶ τὸ πλέον τοῦ στρατεύματος καταστῆσαι·
当双方已经开始白兵战,伯罗奔尼撒人以其侧翼展开包围,正企图合围敌人的右翼时,从伏击中出现并袭击他们的阿卡纳尼亚人突然从后方发起突击,并击退了他们,以至于他们甚至未能站稳抵抗,便在恐慌中开始逃跑,并将军队的大部分推入溃败状态。
ἐπειδὴ γὰρ εἶδον τὸ κατ’ Εὐρύλοχον καὶ ὃ κράτιστον ἦν διαφθειρόμενον, πολλῷ μᾶλλον ἐφοβοῦντο.
因为当他们看到欧律洛科斯麾下那支最精锐的部队被消灭时,便感到更加恐惧。
καὶ οἱ Μεσσήνιοι ὄντες ταύτῃ μετὰ τοῦ Δημοσθένους τὸ πολὺ τοῦ ἔργου ἐπεξῆλθον.
与德摩斯梯尼一同在那个位置的麦塞尼亚人,完成了这场战斗的主要任务。
§3.108.2οἱ δὲ Ἀμπρακιῶται καὶ οἱ κατὰ τὸ δεξιὸν κέρας ἐνίκων τὸ καθ’ ἑαυτοὺς καὶ πρὸς τὸ Ἄργος ἀπεδίωξαν·
另一方面,安布拉基亚人和右翼的部队击败了与他们对峙的敌军,并向阿耳戈斯方向追击。
καὶ γὰρ μαχιμώτατοι τῶν περὶ ἐκεῖνα τὰ χωρία τυγχάνουσιν ὄντες.
因为他们恰好是那个地区最骁勇善战的人。
§3.108.3ἐπαναχωροῦντες δὲ ὡς ἑώρων τὸ πλέον νενικημένον καὶ οἱ ἄλλοι Ἀκαρνᾶνες σφίσι προσέκειντο, χαλεπῶς διεσῴζοντο ἐς τὰς Ὄλπας, καὶ πολλοὶ ἀπέθανον αὐτῶν, ἀτάκτως καὶ οὐδενὶ κόσμῳ προσπίπτοντες πλὴν Μαντινέων·
但当他们撤回,看到主力部队已经被击败,且其余的阿卡纳尼亚人正向他们逼近时,他们艰难地逃回了奥尔派,其中许多人丧生,因为除曼提尼亚人外,他们都在无秩序和极度混乱中狂奔逃入。
οὗτοι δὲ μάλιστα ξυντεταγμένοι παντὸς τοῦ στρατοῦ ἀνεχώρησαν.
而曼提尼亚人则在全军中保持着最整齐的阵形撤退。
καὶ ἡ μὲν μάχη ἐτελεύτα ἐς ὀψέ.
战斗直到黄昏才结束。