Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §3.106.1-3.106.3

欧律洛科斯的行军与奥尔派会师

第 355 段,共 917 段 · 希腊语

内容简介

欧律洛科斯率领的伯罗奔尼撒军队在因兵力外调而空虚的阿卡纳尼亚境内秘密行军,并成功与奥尔派的安布拉基亚军队会合。

§3.106.1οἱ μὲν οὖν μετ’ Εὐρυλόχου Πελοποννήσιοι ὡς ᾔσθοντο τοὺς ἐν Ὄλπαις Ἀμπρακιώτας ἥκοντας, ἄραντες ἐκ τοῦ Προσχίου ἐβοήθουν κατὰ τάχος, καὶ διαβάντες τὸν Ἀχελῷον ἐχώρουν δι’ Ἀκαρνανίας οὔσης ἐρήμου διὰ τὴν ἐς Ἄργος βοήθειαν, ἐν δεξιᾷ μὲν ἔχοντες τὴν Στρατίων πόλιν καὶ τὴν φρουρὰν αὐτῶν, ἐν ἀριστερᾷ δὲ τὴν ἄλλην Ἀκαρνανίαν.
且说欧律洛科斯率领的伯罗奔尼撒人,一听说奥尔派的安布拉基亚人已经到达,便立刻从普罗斯基翁出发,火速前去增援;他们渡过阿克洛奥斯河,穿过因大军前去增援阿耳戈斯而空虚无备的阿卡纳尼亚,行军时将斯特拉托斯城及其守备队置于右侧,而将阿卡纳尼亚的其他地区置于左侧。
§3.106.2καὶ διελθόντες τὴν Στρατίων γῆν ἐχώρουν διὰ τῆς Φυτίας καὶ αὖθις Μεδεῶνος παρ᾽ ἔσχατα, ἔπειτα διὰ Λιμναίας· καὶ ἐπέβησαν τῆς Ἀγραίων, οὐκέτι Ἀκαρνανίας, φιλίας δὲ σφίσιν.
在穿过斯特拉托斯领土后,他们穿过菲蒂亚,再次沿着梅德翁的边缘前进,接着穿过林奈亚;随后他们进入了阿格赖斯人的领地,这里已不再属于阿卡纳尼亚,而是对他们友好的地方。
§3.106.3λαβόμενοι δὲ τοῦ Θυάμου ὄρους, ὅ ἐστιν Ἀγραϊκόν, ἐχώρουν δι’ αὐτοῦ καὶ κατέβησαν ἐς τὴν Ἀργείαν νυκτὸς ἤδη, καὶ διεξελθόντες μεταξὺ τῆς τε Ἀργείων πόλεως καὶ τῆς ἐπὶ Κρήναις Ἀκαρνάνων φυλακῆς ἔλαθον καὶ προσέμειξαν τοῖς ἐν Ὄλπαις Ἀμπρακιώταις.
他们占领了属于阿格赖斯人的蒂亚莫斯山,翻越该山,在夜色降临时下到阿耳戈斯境内;他们从阿耳戈斯人的城市与阿卡纳尼亚人在克勒奈的岗哨之间穿过,没有被发现,成功与奥尔派的安布拉基亚人会合。

词汇与语法注释

  1. 3.106.1οὔσης ἐρήμου — 与 Ἀκαρνανίας(属格、单数、阴性)一致的属性分词。紧随其后的介词短语 διὰ τὴν ἐς Ἄργος βοήθειαν 解释了其“空虚无备”的原因。
  2. 3.106.2παρ᾽ ἔσχατα — 介词 παρά 接宾格复数,意为“沿着……的边缘/边界”,修饰属格 Μεδεῶνος。
  3. 3.106.3ἔλαθον καὶ προσέμειξαν — 虽然 ἔλαθον(λανθάνω 的不定过去时)通常伴随补充性分词来表示“在不知不觉中做某事”,但这里由 καί 连接了两个直陈式动词,表示同样的意思:“他们没有被发现并会合了”(即“他们悄悄地会合了”)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §3.106.1-3.106.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.106.1-3.106.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。