§3.105.1τοῦ δ’ αὐτοῦ χειμῶνος Ἀμπρακιῶται, ὥσπερ ὑποσχόμενοι Εὐρυλόχῳ τὴν στρατιὰν κατέσχον, ἐκστρατεύονται ἐπὶ Ἄργος τὸ Ἀμφιλοχικὸν τρισχιλίοις ὁπλίταις, καὶ ἐσβαλόντες ἐς τὴν Ἀργείαν καταλαμβάνουσιν Ὄλπας, τεῖχος ἐπὶ λόφου ἰσχυρὸν πρὸς τῇ θαλάσσῃ, ὅ ποτε Ἀκαρνᾶνες τειχισάμενοι κοινῷ δικαστηρίῳ ἐχρῶντο·
在同一个冬季,安布拉基亚人正如他们曾向欧律洛科斯承诺、将他的军队留住那样,率领三千重装步兵向安菲洛基亚的阿耳戈斯进军,并侵入阿耳戈斯境内,占领了奥尔派。
ἀπέχει δὲ ἀπὸ τῆς Ἀργείων πόλεως ἐπιθαλασσίας οὔσης πέντε καὶ εἴκοσι σταδίους μάλιστα.
那是海边山丘上的一座坚固城堡,昔日阿卡纳尼亚人曾筑城并用作共同法庭;它距离阿尔戈斯人那座临海的城市大约二十五斯塔德。
§3.105.2οἱ δὲ Ἀκαρνᾶνες οἱ μὲν ἐς Ἄργος ξυνεβοήθουν, οἱ δὲ τῆς Ἀμφιλοχίας ἐν τούτῳ τῷ χωρίῳ ὃ Κρῆναι καλεῖται, φυλάσσοντες τοὺς μετὰ Εὐρυλόχου Πελοποννησίους μὴ λάθωσι πρὸς τοὺς Ἀμπρακιώτας διελθόντες, ἐστρατοπεδεύσαντο.
而阿卡纳尼亚人,一部分人前去增援阿耳戈斯,另一部分人则在安菲洛基亚境内名为克勒奈的地方安营扎寨,监视欧律洛科斯率领的伯罗奔尼撒人,防备他们悄悄穿过以与安布拉基亚人会合。
§3.105.3πέμπουσι δὲ καὶ ἐπὶ Δημοσθένη τὸν ἐς τὴν Αἰτωλίαν Ἀθηναίων στρατηγήσαντα, ὅπως σφίσιν ἡγεμὼν γίγνηται, καὶ ἐπὶ τὰς εἴκοσι ναῦς Ἀθηναίων αἳ ἔτυχον περὶ Πελοπόννησον οὖσαι, ὧν ἦρχεν Ἀριστοτέλης τε ὁ Τιμοκράτους καὶ Ἱεροφῶν ὁ Ἀντιμνήστου.
他们还派人去召集曾在埃托利亚战役中担任雅典将军的德摩斯梯尼,请他来担任他们的指挥官,并去召集恰好在伯罗奔尼撒附近的那二十艘雅典船只,这些船只由提摩克拉特斯之子阿里斯托特勒斯和安提姆涅斯托斯之子希埃罗丰指挥。
§3.105.4ἀπέστειλαν δὲ καὶ ἄγγελον οἱ περὶ τὰς Ὄλπας Ἀμπρακιῶται ἐς τὴν πόλιν κελεύοντες σφίσι βοηθεῖν πανδημεί, δεδιότες μὴ οἱ μετ’ Εὐρυλόχου οὐ δύνωνται διελθεῖν τοὺς Ἀκαρνᾶνας καὶ σφίσιν ἢ μονωθεῖσιν ἡ μάχη γένηται ἢ ἀναχωρεῖν βουλομένοις οὐκ ᾖ ἀσφαλές.
而在奥尔派附近的安布拉基亚人也向本城派去了信使,要求全城动员来增援他们,因为他们担心欧律洛科斯率领的部队无法穿过阿卡纳尼亚人,从而使自己陷入要么在孤立无援的情况下交战、要么在想要退却时又面临危险的境地。