§3.103.1οἱ δ’ ἐν τῇ Σικελίᾳ Ἀθηναῖοι τοῦ ἐπιγιγνομένου χειμῶνος ἐπελθόντες μετὰ τῶν Ἑλλήνων ξυμμάχων καὶ ὅσοι Σικελῶν κατὰ κράτος ἀρχόμενοι ὑπὸ Συρακοσίων καὶ ξύμμαχοι ὄντες ἀποστάντες αὐτοῖς [ἀπὸ Συρακοσίων] ξυνεπολέμουν, ἐπ᾽ Ἴνησσαν τὸ Σικελικὸν πόλισμα, οὗ τὴν ἀκρόπολιν Συρακόσιοι εἶχον, προσέβαλον, καὶ ὡς οὐκ ἐδύναντο ἑλεῖν, ἀπῇσαν.
在接下来的冬季,西西里的雅典人与他们的希腊盟友,以及所有那些曾被叙拉古人强力统治、本是其盟友但已[从叙拉古人那里]叛变并与他们一同作战的西西里人一同,进攻了西西里人的城镇伊内萨(其卫城由叙拉古人占领);但由于无法攻克,他们便撤退了。
§3.103.2ἐν δὲ τῇ ἀναχωρήσει ὑστέροις Ἀθηναίων τοῖς ξυμμάχοις ἀναχωροῦσιν ἐπιτίθενται οἱ ἐκ τοῦ τειχίσματος Συρακόσιοι, καὶ προσπεσόντες τρέπουσί τε μέρος τι τοῦ στρατοῦ καὶ ἀπέκτειναν οὐκ ὀλίγους.
然而在撤退过程中,守卫城堡的叙拉古人袭击了那些落在雅典人后面退却的盟友,在击中他们后,击溃了这支军队的一部分,并杀死了不少人。
§3.103.3καὶ μετὰ τοῦτο ἀπὸ τῶν νεῶν ὁ Λάχης καὶ οἱ Ἀθηναῖοι ἐς τὴν Λοκρίδα ἀποβάσεις τινὰς ποιησάμενοι κατὰ τὸν Καϊκῖνον ποταμὸν τοὺς προσβοηθοῦντας Λοκρῶν μετὰ Προξένου τοῦ Καπάτωνος ὡς τριακοσίους μάχῃ ἐκράτησαν καὶ ὅπλα λαβόντες ἀπεχώρησαν.
在此之后,拉刻斯和雅典人从船上对洛克里斯地区发起了一些登陆袭击,并在凯基努斯河畔的战斗中击败了在卡帕顿之子普罗克塞诺斯带领下前来增援的约三百名洛克里斯人,夺取了他们的武器后撤退。