§3.102.1ἐπειδὴ δὲ παρεσκεύαστο πάντα καὶ τοὺς ὁμήρους κατέθετο ἐς Κυτίνιον τὸ Δωρικόν, ἐχώρει τῷ στρατῷ ἐπὶ τὴν Ναύπακτον διὰ τῶν Λοκρῶν, καὶ πορευόμενος Οἰνεῶνα αἱρεῖ αὐτῶν καὶ Εὐπάλιον· οὐ γὰρ προσεχώρησαν.
当一切准备就绪,并将人质安置在多里斯的屈提尼翁后,埃乌吕洛科斯率领军队穿过洛克里斯人的领土向诺帕克托斯进军,并在途中攻占了属于他们的奥伊内翁和埃乌帕里翁;因为这两个城镇没有归顺。
§3.102.2γενόμενοι δ’ ἐν τῇ Ναυπακτίᾳ καὶ οἱ Αἰτωλοὶ ἅμα ἤδη προσβεβοηθηκότες ἐδῄουν τὴν γῆν καὶ τὸ προάστειον ἀτείχιστον ὂν εἷλον· ἐπί τε Μολύκρειον ἐλθόντες τὴν Κορινθίων μὲν ἀποικίαν, Ἀθηναίων δὲ ὑπήκοον, αἱροῦσιν.
当他们进入诺帕克托斯境内时,已经前来驰援的埃托利亚人也一同参与,他们蹂躏了该地的土地,并占领了没有城壁防守的郊区;随后他们又向莫利克里翁——一座科林斯人的殖民地但臣属于雅典人——发起进攻并将其攻占。
§3.102.3Δημοσθένης δὲ ὁ Ἀθηναῖος (ἔτι γὰρ ἐτύγχανεν ὢν μετὰ τὰ ἐκ τῆς Αἰτωλίας περὶ Ναύπακτον) προαισθόμενος τοῦ στρατοῦ καὶ δείσας περὶ αὐτῆς, ἐλθὼν πείθει Ἀκαρνᾶνας, χαλεπῶς διὰ τὴν ἐκ τῆς Λευκάδος ἀναχώρησιν, βοηθῆσαι Ναυπάκτῳ.
然而,雅典人德摩斯梯尼(因为在埃托利亚的战事之后,他仍恰好留在诺帕克托斯附近)预先察觉到了这支军队的动向,并为该城感到担忧,于是亲自前往劝说阿卡纳尼亚人——尽管由于此前从莱乌卡斯撤军一事,劝说过程极其困难——前去救援诺帕克托斯。
§3.102.4καὶ πέμπουσι μετ’ αὐτοῦ ἐπὶ τῶν νεῶν χιλίους ὁπλίτας, οἳ ἐσελθόντες περιεποίησαν τὸ χωρίον· δεινὸν γὰρ ἦν μὴ μεγάλου ὄντος τοῦ τείχους, ὀλίγων δὲ τῶν ἀμυνομένων, οὐκ ἀντίσχωσιν.
于是他们派出一千名重装步兵与他一同乘船前往,这些士兵进入城内后保全了该地;因为人们担心,由于城墙不够坚固且守军人数稀少,他们可能无法坚守。
§3.102.5Εὐρύλοχος δὲ καὶ οἱ μετ’ αὐτοῦ ὡς ᾔσθοντο τὴν στρατιὰν ἐσεληλυθυῖαν καὶ ἀδύνατον ὂν τὴν πόλιν βίᾳ ἑλεῖν, ἀνεχώρησαν οὐκ ἐπὶ Πελοποννήσου, ἀλλ’ ἐς τὴν Αἰολίδα τὴν νῦν καλουμένην Καλυδῶνα καὶ Πλευρῶνα καὶ ἐς τὰ ταύτῃ χωρία καὶ ἐς Πρόσχιον τῆς Αἰτωλίας.
埃乌吕洛科斯及其部下察觉到这支援军已经入城,且无法通过武力强攻夺取该市,便开始撤退,但他们没有向伯罗奔尼撒方向撤退,而是退到了现在被称为卡吕冬和普莱乌龙的埃奥利斯地区以及该地周围的各处要塞,并退到了埃托利亚的普罗斯希翁。
§3.102.6οἱ γὰρ Ἀμπρακιῶται ἐλθόντες πρὸς αὐτοὺς πείθουσιν ὥστε μετὰ σφῶν Ἄργει τε τῷ Ἀμφιλοχικῷ καὶ Ἀμφιλοχίᾳ τῇ ἄλλῃ ἐπιχειρῆσαι καὶ Ἀκαρνανίᾳ ἅμα, λέγοντες ὅτι, ἢν τούτων κρατήσωσι, πᾶν τὸ ἠπειρωτικὸν Λακεδαιμονίοις ξύμμαχον καθεστήξει.
因为安布拉基亚人前来游说他们,劝说他们与自己一同进攻阿姆菲洛希亚的阿尔戈斯、阿姆菲洛希亚的其他地区以及阿卡纳尼亚,并声称如果征服了这些地方,整个大陆地区都将成为拉刻代蒙人的盟友。
§3.102.7καὶ ὁ μὲν Εὐρύλοχος πεισθεὶς καὶ τοὺς Αἰτωλοὺς ἀφεὶς ἡσύχαζε τῷ στρατῷ περὶ τοὺς χώρους τούτους, ἕως τοῖς Ἀμπρακιώταις ἐκστρατευσαμένοις περὶ τὸ Ἄργος δέοι βοηθεῖν.
埃乌吕洛科斯被说服了,他解散了埃托利亚人,率领军队在这些地区待命,直到需要对向阿尔戈斯出兵的安布拉基亚人进行援助。
καὶ τὸ θέρος ἐτελεύτα.
夏天至此结束。