§3.101.1ξυλλεγέντος δὲ τοῦ στρατεύματος ἐς Δελφοὺς ἐπεκηρυκεύετο Εὐρύλοχος Λοκροῖς τοῖς Ὀζόλαις· διὰ τούτων γὰρ ἡ ὁδὸς ἦν ἐς Ναύπακτον, καὶ ἅμα τῶν Ἀθηναίων ἐβούλετο ἀποστῆσαι αὐτούς.
军队在德尔斐集结后,埃乌吕洛科斯向奥佐拉的洛克里斯人派遣使者进行交涉;因为前往诺帕克托斯的道路经过他们的领土,同时他也希望使他们脱离雅典人。
§3.101.2ξυνέπρασσον δὲ μάλιστα αὐτῷ τῶν Λοκρῶν Ἀμφισσῆς διὰ τὸ τῶν Φωκέων ἔχθος δεδιότες· καὶ αὐτοὶ πρῶτοι δόντες ὁμήρους καὶ τοὺς ἄλλους ἔπεισαν δοῦναι φοβουμένους τὸν ἐπιόντα στρατόν, πρῶτον μὲν οὖν τοὺς ὁμόρους αὐτοῖς Μυονέας (ταύτῃ γὰρ δυσεσβολώτατος ἡ Λοκρίς), ἔπειτα Ἰπνέας καὶ Μεσσαπίους καὶ Τριταιέας καὶ Χαλαίους καὶ Τολοφωνίους καὶ Ἡσσίους καὶ Οἰανθέας.
在洛克里斯人当中,阿姆菲萨人最为积极地与他合作,因为他们因与福基斯人的敌对关系而感到恐惧;他们自己最先交出人质,并说服其他因害怕来犯军队的人也交出人质。 首先是与他们接壤的米奥内斯人(因为洛克里斯从此地最难入侵),然后是伊普内斯人、梅萨皮奥斯人、特里泰亚斯人、哈莱奥斯人、托洛福尼奥斯人、赫西奥斯人和奥安塞亚斯人。
οὗτοι καὶ ξυνεστράτευον πάντες.
这些部落全都一同参战。
Ὀλπαῖοι δὲ ὁμήρους μὲν ἔδοσαν, ἠκολούθουν δὲ οὔ· καὶ Ὑαῖοι οὐκ ἔδοσαν ὁμήρους πρὶν αὐτῶν εἷλον κώμην Πόλιν ὄνομα ἔχουσαν.
然而,奥尔帕亚斯人虽然交出了人质,却并未随同参战;而许亚亚斯人直到对方攻占了他们一座名叫“波利斯”的村庄后,才交出人质。