§3.100.1τοῦ δ’ αὐτοῦ θέρους Αἰτωλοὶ προπέμψαντες πρότερον ἔς τε Κόρινθον καὶ ἐς Λακεδαίμονα πρέσβεις, Τόλοφόν τε τὸν Ὀφιονέα καὶ Βοριάδην τὸν Εὐρυτᾶνα καὶ Τείσανδρον τὸν Ἀποδωτόν, πείθουσιν ὥστε σφίσι πέμψαι στρατιὰν ἐπὶ Ναύπακτον διὰ τὴν τῶν Ἀθηναίων ἐπαγωγήν.
在同年的夏天,埃托利亚人先前已向科林斯和拉刻代蒙派出了使节——奥菲奥涅斯人的托洛福斯、埃乌吕塔涅斯人的博里亚德斯以及阿波多托斯人的泰桑德罗斯——说服他们向自己派遣一支军队去进攻诺帕克托斯,因为雅典人被引入了该地。
§3.100.2καὶ ἐξέπεμψαν Λακεδαιμόνιοι περὶ τὸ φθινόπωρον τρισχιλίους ὁπλίτας τῶν ξυμμάχων.
拉刻代蒙人于秋季前后派遣了盟军的三千名重装步兵。
τούτων ἦσαν πεντακόσιοι ἐξ Ἡρακλείας τῆς ἐν Τραχῖνι πόλεως τότε νεοκτίστου οὔσης· Σπαρτιάτης δ’ ἦρχεν Εὐρύλοχος τῆς στρατιᾶς, καὶ ξυνηκολούθουν αὐτῷ Μακάριος καὶ Μενεδάϊος οἱ Σπαρτιᾶται.
在这些人当中,有五百人来自当时刚刚建立的特拉克斯的赫拉克莱亚城;斯巴达人埃乌吕洛科斯担任这支军队的统帅,而斯巴达人马卡里奥斯和梅内代奥斯则随同他一起前往。