Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §2.98.1-2.98.4

西塔尔克斯向马其顿进军与庞大军势的集结

第 244 段,共 917 段 · 希腊语

内容简介

西塔尔克斯整顿军队,沿着他此前开辟的荒山道路向马其顿进军。沿途有许多自治的色雷斯人为了掠夺而加入,使得其总兵力达到了十五万人。

§2.98.1Σιτάλκης μὲν οὖν χώρας τοσαύτης βασιλεύων παρεσκευάζετο τὸν στρατόν.
因此,西塔尔克斯统治着如此辽阔的疆土,便开始准备他的军队。
καὶ ἐπειδὴ αὐτῷ ἑτοῖμα ἦν, ἄρας ἐπορεύετο ἐπὶ τὴν Μακεδονίαν πρῶτον μὲν διὰ τῆς αὑτοῦ ἀρχῆς, ἔπειτα διὰ Κερκίνης ἐρήμου ὄρους, ὅ ἐστι μεθόριον Σιντῶν καὶ Παιόνων·
当他的准备工作就绪时,他便拔营向马其顿进军,首先穿过他自己的领土,接着穿过克尔基涅荒山(该山是辛提人与派奥尼亚人的交界处)。
ἐπορεύετο δὲ δι’ αὐτοῦ τῇ ὁδῷ ἣν πρότερον αὐτὸς ἐποιήσατο τεμὼν τὴν ὕλην, ὅτε ἐπὶ Παίονας ἐστράτευσεν.
他沿着自己以前出征派奥尼亚人时,通过伐木开辟的那条道路穿过该山。
§2.98.2τὸ δὲ ὄρος ἐξ Ὀδρυσῶν διιόντες ἐν δεξιᾷ μὲν εἶχον Παίονας, ἐν ἀριστερᾷ δὲ Σιντοὺς καὶ Μαιδούς.
他们从奥德里西亚人领地越过该山时,右侧是派奥尼亚人,左侧是辛提人和迈多斯人。
διελθόντες δὲ αὐτὸ ἀφίκοντο ἐς Δόβηρον τὴν Παιονικήν.
穿过该山后,他们抵达了派奥尼亚的多贝鲁斯。
§2.98.3πορευομένῳ δὲ αὐτῷ ἀπεγίγνετο μὲν οὐδὲν τοῦ στρατοῦ εἰ μή τι νόσῳ, προσεγίγνετο δέ· πολλοὶ γὰρ τῶν αὐτονόμων Θρᾳκῶν ἀπαράκλητοι ἐφ’ ἁρπαγὴν ἠκολούθουν, ὥστε τὸ πᾶν πλῆθος λέγεται οὐκ ἔλασσον πέντε καὶ δέκα μυριάδων γενέσθαι·
在进军过程中,除了因疾病之外,他的军队没有减少,反而增加了;因为许多自治的色雷斯人为了掠夺,在未受征召的情况下也跟着他,以至于据说整个群体的人数不少于十五万。
§2.98.4καὶ τούτου τὸ μὲν πλέον πεζὸν ἦν, τριτημόριον δὲ μάλιστα ἱππικόν.
在这些人中,大部分是步兵,大约三分之一是骑兵。
τοῦ δ’ ἱππικοῦ τὸ πλεῖστον αὐτοὶ Ὀδρύσαι παρείχοντο καὶ μετ’ αὐτοὺς Γέται.
在骑兵中,奥德里西亚人自己提供了最多,其次是盖塔人。
τοῦ δὲ πεζοῦ οἱ μαχαιροφόροι μαχιμώτατοι μὲν ἦσαν οἱ ἐκ τῆς Ῥοδόπης αὐτόνομοι καταβάντες, ὁ δὲ ἄλλος ὅμιλος ξύμμεικτος πλήθει φοβερώτατος ἠκολούθει.
在步兵中,从罗多彼山脉下来的自治的、持短剑的色雷斯人最骁勇善战,而其余混杂的人群因数量庞大而显得极为可怕,紧随其后。

词汇与语法注释

  1. §2.98.1ἑτοῖμα ἦν — 中性复数主格形容词 ἑτοῖμα 作主语,并伴随单数动词 ἦν,以无人称的方式表示“准备就绪”。这体现了希腊语中“中性复数主语使用单数动词”的经典语法规则。
  2. §2.98.3πορευομένῳ δὲ αὐτῷ — 关系或利益与格(“在他进军时”)。它与动词 ἀπεγίγνετο(“失去”)及部分属格 τοῦ στρατοῦ(“军队的”)协同作用,意为“在他进军的过程中,他的军队中没有任何部分流失”。
  3. §2.98.4τοῦ δὲ πεζοῦ — 部分属格,指代步兵(τὸ πεζόν,在此为属格单数 τοῦ πεζοῦ),意为“在步兵中,持短剑者……”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §2.98.1-2.98.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.98.1-2.98.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。