Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §2.97.1-2.97.6

奥德里西亚王国的疆域、财富与军力

第 243 段,共 917 段 · 希腊语

内容简介

本节介绍了奥德里西亚帝国的地理范围(通过海陆路所需的天数),详细说明了其庞大的贡赋和独特的赠礼习俗,并指出它是欧洲最富庶的政权,在军事力量上仅次于斯基泰人。

§2.97.1ἐγένετο δὲ ἡ ἀρχὴ ἡ Ὀδρυσῶν μέγεθος ἐπὶ μὲν θάλασσαν καθήκουσα ἀπὸ Ἀβδήρων πόλεως ἐς τὸν Εὔξεινον πόντον μέχρι Ἴστρου ποταμοῦ·
奥德里西亚人的帝国,在其规模上,沿海从阿布德拉市一直延伸到黑海的伊斯特罗斯河。
αὕτη περίπλους ἐστὶν ἡ γῆ τὰ ξυντομώτατα, ἢν αἰεὶ κατὰ πρύμναν ἱστῆται τὸ πνεῦμα, νηὶ στρογγύλῃ τεσσάρων ἡμερῶν καὶ ἴσων νυκτῶν·
如果风向始终从船尾吹来,乘商船走最短的航路绕行这片土地需要四天四夜。
ὁδῷ δὲ τὰ ξυντομώτατα ἐξ Ἀβδήρων ἐς Ἴστρον ἀνὴρ εὔζωνος ἑνδεκαταῖος τελεῖ.
而走陆路,一个轻装的行者走最短的路线,在第十一天即可完成从阿布德拉到伊斯特罗斯的行程。
§2.97.2τὰ μὲν πρὸς θάλασσαν τοσαύτη ἦν, ἐς ἤπειρον δὲ ἀπὸ Βυζαντίου ἐς Λαιαίους καὶ ἐπὶ τὸν Στρυμόνα (ταύτῃ γὰρ διὰ πλείστου ἀπὸ θαλάσσης ἄνω ἐγίγνετο) ἡμερῶν ἀνδρὶ εὐζώνῳ τριῶν καὶ δέκα ἁνύσαι.
海边的疆界就是如此之大,而向内陆延伸,从拜占庭到莱艾乌斯人以及斯特里门河(因为帝国在这一方向上从海边向内陆延伸得最远),轻装的行者需要走十三天才能到达。
§2.97.3φόρος τε ἐκ πάσης τῆς βαρβάρου καὶ τῶν Ἑλληνίδων πόλεων, ὅσον προσῆξαν ἐπὶ Σεύθου, ὃς ὕστερον Σιτάλκου βασιλεύσας πλεῖστον δὴ ἐποίησε, τετρακοσίων ταλάντων ἀργυρίου μάλιστα δύναμις, ἃ χρυσὸς καὶ ἄργυρος ᾔει·
从所有蛮族土地和希腊城市中征收的贡赋,在后来继承西塔尔克斯王位并使其达到最大规模的塞乌特斯统治时期,其价值大约相当于四百银塔兰特,这些贡赋是以金银形式支付的。
καὶ δῶρα οὐκ ἐλάσσω τούτων χρυσοῦ τε καὶ ἀργύρου προσεφέρετο, χωρὶς δὲ ὅσα ὑφαντά τε καὶ λεῖα καὶ ἡ ἄλλη κατασκευή, καὶ οὐ μόνον αὐτῷ, ἀλλὰ καὶ τοῖς παραδυναστεύουσί τε καὶ γενναίοις Ὀδρυσῶν.
此外,人们还向他呈献了不亚于此数的金银礼物,另外还有各种织物、光滑无饰的衣物以及其他陈设品,这些不仅是给国王本人的,也是给奥德里西亚的各副王和贵族的。
§2.97.4κατεστήσαντο γὰρ τοὐναντίον τῆς Περσῶν βασιλείας τὸν νόμον, ὄντα μὲν καὶ τοῖς ἄλλοις Θρᾳξί, λαμβάνειν μᾶλλον ἢ διδόναι (καὶ αἴσχιον ἦν αἰτηθέντα μὴ δοῦναι ἢ αἰτήσαντα μὴ τυχεῖν), ὅμως δὲ κατὰ τὸ δύνασθαι ἐπὶ πλέον αὐτῷ ἐχρήσαντο·
因为他们确立了与波斯帝国相反的习俗——虽然这在其他色雷斯人中也存在——即索取多于给予(而且被请求却不给,比请求而得不到更为可耻)。
οὐ γὰρ ἦν πρᾶξαι οὐδὲν μὴ διδόντα δῶρα.
然而,他们根据自己的实力,更广泛地利用了这一习俗;因为不送礼就什么也办不成。
ὥστε ἐπὶ μέγα ἡ βασιλεία ἦλθεν ἰσχύος.
因此,王国的实力发展到了极大的地步。
§2.97.5τῶν γὰρ ἐν τῇ Εὐρώπῃ ὅσαι μεταξὺ τοῦ Ἰονίου κόλπου καὶ τοῦ Εὐξείνου πόντου μεγίστη ἐγένετο χρημάτων προσόδῳ καὶ τῇ ἄλλῃ εὐδαιμονίᾳ, ἰσχύι δὲ μάχης καὶ στρατοῦ πλήθει πολὺ δευτέρα μετὰ τὴν Σκυθῶν.
因为在欧洲介于爱奥尼亚湾和黑海之间的所有政权中,它在货币收入和其它的繁荣上成为最大的,而在战争力量和军队人数上,它仅次于斯基泰人,高居第二位。
§2.97.6ταύτῃ δὲ ἀδύνατα ἐξισοῦσθαι οὐχ ὅτι τὰ ἐν τῇ Εὐρώπῃ, ἀλλ’ οὐδ’ ἐν τῇ Ἀσίᾳ ἔθνος ἓν πρὸς ἓν οὐκ ἔστιν ὅτι δυνατὸν Σκύθαις ὁμογνωμονοῦσι πᾶσιν ἀντιστῆναι.
而斯基泰人的力量是无法抗衡的,不仅欧洲的政权无法与之相比,甚至在亚洲,也没有任何一个单一的民族,能够在一对一的情况下抵挡住万众一心的斯基泰人。
οὐ μὴν οὐδ’ ἐς τὴν ἄλλην εὐβουλίαν καὶ ξύνεσιν περὶ τῶν παρόντων ἐς τὸν βίον ἄλλοις ὁμοιοῦνται.
不过,在关于生活必需品的其他智慧和理解力上,他们并不能与其他民族相提并论。

词汇与语法注释

  1. 2.97.1μέγεθος — 关系宾格(或限定宾格),用于限定主语“帝国”(ἡ ἀρχὴ)在空间上的延伸范围,意为“在规模上”或“就大小而言”。
  2. 2.97.2ἡμερῶν ἀνδρὶ εὐζώνῳ τριῶν καὶ δέκα ἁνύσαι — 一个高度紧缩的句法结构。属格 ἡμερῶν ... τριῶν καὶ δέκα 作为“特征属格”表示整体距离(十三天的路程);不定过去时不定式 ἁνύσαι(走完、走破)表示目的或结果,或者补足省略的无人称表达(如 οἷόν τ’ ἦν,“是可能的”),译为“走完需要[十三天]”。与格 ἀνδρὶ εὐζώνῳ 是该不定式的逻辑主语,或作为关系与格。
  3. 2.97.3ἃ χρυσὸς καὶ ἄργυρος ᾔει — 关系代词 ἃ 的先行词指代贡赋的价值。动词 ᾔει 是 εἶμι(去/行)的未完成过去时第三人称单数。根据希腊语语法规则,中性复数主语(ἃ)搭配单数动词。此处作不及物动词使用,表示“(以金银的形式)缴入、流入”。
  4. 2.97.6οὐχ ὅτι — 意为“且不说”、“不仅”的惯用词组(源自 οὐκ ἐρῶ ὅτι 等表达的省略)。它与后半句的 ἀλλ’ οὐδ’(但是甚至不……)相呼应,构成强烈的否定对比结构,意为“不仅欧洲的政权无法与之相比,甚至在亚洲也……”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §2.97.1-2.97.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.97.1-2.97.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。