§2.96.1ἀνίστησιν οὖν ἐκ τῶν Ὀδρυσῶν ὁρμώμενος πρῶτον μὲν τοὺς ἐντὸς τοῦ Αἵμου τε ὄρους καὶ τῆς Ῥοδόπης Θρᾷκας, ὅσων ἦρχε μέχρι θαλάσσης [ἐς τὸν Εὔξεινόν τε πόντον καὶ τὸν Ἑλλήσποντον], ἔπειτα τοὺς ὑπερβάντι Αἷμον Γέτας καὶ ὅσα ἄλλα μέρη ἐντὸς τοῦ Ἴστρου ποταμοῦ πρὸς θάλασσαν μᾶλλον τὴν τοῦ Εὐξείνου πόντου κατῴκητο·
因此,他从奥德里西亚出发,首先动员了伊莫斯山和罗多彼山以内的色雷斯人,即他统治下一直到海边[黑海和赫勒斯滂]的所有人;接着动员了越过伊莫斯山后的盖塔伊人,以及居住在伊斯特罗斯河(多瑙河)以内、更靠近黑海的其他所有部族。
εἰσὶ δ’ οἱ Γέται καὶ οἱ ταύτῃ ὅμοροί τε τοῖς Σκύθαις καὶ ὁμόσκευοι, πάντες ἱπποτοξόται.
盖塔伊人及该地区与他们接壤的人,都与斯基泰人相邻且装备相同,全都是骑射手。
§2.96.2παρεκάλει δὲ καὶ τῶν ὀρεινῶν Θρᾳκῶν πολλοὺς τῶν αὐτονόμων καὶ μαχαιροφόρων, οἳ Δῖοι καλοῦνται, τὴν Ῥοδόπην οἱ πλεῖστοι οἰκοῦντες· καὶ τοὺς μὲν μισθῷ ἔπειθεν, οἱ δ᾽ ἐθελονταὶ ξυνηκολούθουν.
他还招募了许多居住在山区的独立色雷斯人,他们被称为“迪伊人”,佩带短剑,大多居住在罗多彼山;对于其中一些人,他用军饷说服他们,而另一些人则作为志愿兵随行。
§2.96.3ἀνίστη δὲ καὶ Ἀγριᾶνας καὶ Λαιαίους καὶ ἄλλα ὅσα ἔθνη Παιονικὰ ὧν ἦρχε καὶ ἔσχατοι τῆς ἀρχῆς οὗτοι ἦσαν· μέχρι γὰρ Λαιαίων Παιόνων καὶ τοῦ Στρυμόνος ποταμοῦ, ὃς ἐκ τοῦ Σκόμβρου ὄρους δι’ Ἀγριάνων καὶ Λαιαίων ῥεῖ, [οὗ] ὡρίζετο ἡ ἀρχὴ τὰ πρὸς Παίονας αὐτονόμους ἤδη.
他大举动员了阿格里亚奈斯人、莱艾乌斯人,以及他所统治的其他所有派奥尼亚部族,这些部族处于他统治疆域的最边缘;因为直到莱艾乌斯派奥尼亚人和斯特里门河(该河发源于斯孔布罗斯山,流经阿格里亚奈斯和莱艾乌斯的土地),在他的帝国与已经独立的派奥尼亚人接壤的一侧,边境便以此为界。
§2.96.4τὰ δὲ πρὸς Τριβαλλούς, καὶ τούτους αὐτονόμους, Τρῆρες ὥριζον καὶ Τιλαταῖοι· οἰκοῦσι δ’ οὗτοι πρὸς βορέαν τοῦ Σκόμβρου ὄρους καὶ παρήκουσι πρὸς ἡλίου δύσιν μέχρι τοῦ Ὀσκίου ποταμοῦ.
而在与同样独立的特里巴利人接壤的一侧,则由特雷雷斯人和蒂拉泰乌斯人构成边界;这些人居住在斯孔布罗斯山以北,向西延伸一直到奥斯基乌斯河。
ῥεῖ δ’ οὗτος ἐκ τοῦ ὄρους ὅθενπερ καὶ ὁ Νέστος καὶ ὁ Ἕβρος· ἔστι δὲ ἐρῆμον τὸ ὄρος καὶ μέγα, ἐχόμενον τῆς Ῥοδόπης.
这条河与内斯托斯河、赫布罗斯河发源于同一座山;那座山荒无人烟,面积广大,与罗多彼山相连。