§2.94.1ἐς δὲ τὰς Ἀθήνας φρυκτοί τε ᾔροντο πολέμιοι καὶ ἔκπληξις ἐγένετο οὐδεμιᾶς τῶν κατὰ τὸν πόλεμον ἐλάσσων.
警报敌袭的烽火向雅典升起,城中引起了不亚于战争中任何一次的恐慌。
οἱ μὲν γὰρ ἐν τῷ ἄστει ἐς τὸν Πειραιᾶ ᾤοντο τοὺς πολεμίους ἐσπεπλευκέναι ἤδη, οἱ δ’ ἐν τῷ Πειραιεῖ τήν τε Σαλαμῖνα ᾑρῆσθαι καὶ παρὰ σφᾶς ὅσον οὐκ ἐσπλεῖν αὐτούς· ὅπερ ἄν, εἰ ἐβουλήθησαν μὴ κατοκνῆσαι, ῥᾳδίως ἐγένετο, καὶ οὐκ ἂν ἄνεμος ἐκώλυσεν.
因为城里的人以为敌人已经驶入了培拉尤斯,而培拉尤斯的人则以为萨拉米斯已被攻占,敌军几乎就要驶入他们自己的港口;而这如果他们当时愿意不犹豫,就很容易发生,风也无法阻碍他们。
§2.94.2βοηθήσαντες δὲ ἅμ’ ἡμέρᾳ πανδημεὶ οἱ Ἀθηναῖοι ἐς τὸν Πειραιᾶ ναῦς τε καθεῖλκον καὶ ἐσβάντες κατὰ σπουδὴν καὶ πολλῷ θορύβῳ ταῖς μὲν ναυσὶν ἐπὶ τὴν Σαλαμῖνα ἔπλεον, τῷ πεζῷ δὲ φυλακὰς τοῦ Πειραιῶς καθίσταντο.
天一亮,雅典人便全民出动前往培拉尤斯增援,他们将船只推下水,行色匆匆且在极度混乱中登船,一方面乘船向萨拉米斯航行,另一方面部署陆军防守培拉尤斯。
§2.94.3οἱ δὲ Πελοποννήσιοι ὡς ᾔσθοντο τὴν βοήθειαν, καταδραμόντες τῆς Σαλαμῖνος τὰ πολλὰ καὶ ἀνθρώπους καὶ λείαν λαβόντες καὶ τὰς τρεῖς ναῦς ἐκ τοῦ Βουδόρου τοῦ φρουρίου κατὰ τάχος ἐπὶ τῆς Νισαίας ἀπέπλεον· ἔστι γὰρ ὅτι καὶ αἱ νῆες αὐτοὺς διὰ χρόνου καθελκυσθεῖσαι καὶ οὐδὲν στέγουσαι ἐφόβουν.
伯罗奔尼撒人察觉到增援到来,在横扫了萨拉米斯的大部分地方、俘获了人员和战利品、并从布多隆堡垒夺取了那三艘船只之后,急忙向尼萨亚返航;因为也有一个原因,即他们的船只由于长期未用而刚被推下水,完全不能防漏,这让他们感到恐惧。
ἀφικόμενοι δὲ ἐς τὰ Μέγαρα πάλιν ἐπὶ τῆς Κορίνθου ἀπεχώρησαν πεζῇ·
回到麦加拉后,他们又走陆路退回了科林斯。
§2.94.4οἱ δ’ Ἀθηναῖοι οὐκέτι καταλαβόντες πρὸς τῇ Σαλαμῖνι ἀπέπλευσαν καὶ αὐτοί, καὶ μετὰ τοῦτο φυλακὴν ἤδη τοῦ Πειραιῶς μᾶλλον τὸ λοιπὸν ἐποιοῦντο λιμένων τε κλῄσει καὶ τῇ ἄλλῃ ἐπιμελείᾳ.
雅典人没能在萨拉米斯附近截获他们,于是也自行返回;在此之后,他们今后便更加严格地防守培拉尤斯,采取了封闭港口以及其他防范措施。