Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §2.93.1-2.93.4

突袭培拉尤斯计划与对萨拉米斯的袭击

第 239 段,共 917 段 · 希腊语

内容简介

伯罗奔尼撒将领计划突袭雅典毫无防备的培拉尤斯港,但因心生畏惧,他们改变航向转而袭击并掠夺了萨拉米斯海岬。

§2.93.1πρὶν δὲ διαλῦσαι τὸ ἐς Κόρινθόν τε καὶ τὸν Κρισαῖον κόλπον ἀναχωρῆσαν ναυτικόν, ὁ Κνῆμος καὶ ὁ Βρασίδας καὶ οἱ ἄλλοι ἄρχοντες τῶν Πελοποννησίων ἀρχομένου τοῦ χειμῶνος ἐβούλοντο διδαξάντων Μεγαρέων ἀποπειρᾶσαι τοῦ Πειραιῶς τοῦ λιμένος τῶν Ἀθηναίων· ἦν δὲ ἀφύλακτος καὶ ἄκλῃστος εἰκότως διὰ τὸ ἐπικρατεῖν πολὺ τῷ ναυτικῷ.
在解散撤回科林斯和克里萨湾的舰队之前,正值入冬之际,克内莫斯、布拉西达斯以及伯罗奔尼撒人的其他将领,在麦加拉人的提议下,希望对雅典人的港口培拉尤斯进行一次袭击;因为雅典人在海军上占有绝对优势,所以该港口自然毫无防备,也未曾封闭。
§2.93.2ἐδόκει δὲ λαβόντα τῶν ναυτῶν ἕκαστον τὴν κώπην καὶ τὸ ὑπηρέσιον καὶ τὸν τροπωτῆρα πεζῇ ἰέναι ἐκ Κορίνθου ἐπὶ τὴν πρὸς Ἀθήνας θάλασσαν καὶ ἀφικομένους κατὰ τάχος ἐς Μέγαρα καθελκύσαντας ἐκ Νισαίας τοῦ νεωρίου αὐτῶν τεσσαράκοντα ναῦς, αἳ ἔτυχον αὐτόθι οὖσαι, πλεῦσαι εὐθὺς ἐπὶ τὸν Πειραιᾶ·
他们决定让每名水兵携带自己的桨、座垫和桨扣皮带,从科林斯徒步前往面向雅典的海边,迅速抵达麦加拉后,从其船厂尼萨亚推出恰好停泊在那里的四十艘船只,并立即向培拉尤斯航行。
§2.93.3οὔτε γὰρ ναυτικὸν ἦν προφυλάσσον ἐν αὐτῷ οὐδὲν οὔτε προσδοκία οὐδεμία μὴ ἄν ποτε οἱ πολέμιοι ἐξαπιναίως οὕτως ἐπιπλεύσειαν, ἐπεὶ οὐδ’ ἀπὸ τοῦ προφανοῦς τολμῆσαι ἂν καθ᾽ ἡσυχίαν, οὐδ’ εἰ διενοοῦντο, μὴ οὐκ ἂν προαισθέσθαι.
因为那里没有任何防卫的舰队,也完全没有料到敌人会如此突然地袭来,因为他们认为敌人不敢公然在安稳中冒险(即使想过),也不可能不提前被察觉。
§2.93.4ὡς δὲ ἔδοξεν αὐτοῖς, καὶ ἐχώρουν εὐθύς· καὶ ἀφικόμενοι νυκτὸς καὶ καθελκύσαντες ἐκ τῆς Νισαίας τὰς ναῦς ἔπλεον ἐπὶ μὲν τὸν Πειραιᾶ οὐκέτι, ὥσπερ διενοοῦντο, καταδείσαντες τὸν κίνδυνον (καί τις καὶ ἄνεμος αὐτοὺς λέγεται κωλῦσαι), ἐπὶ δὲ τῆς Σαλαμῖνος τὸ ἀκρωτήριον τὸ πρὸς Μέγαρα ὁρῶν· καὶ φρούριον ἐπ’ αὐτοῦ ἦν καὶ νεῶν τριῶν φυλακὴ τοῦ μὴ ἐσπλεῖν Μεγαρεῦσι μηδὲ ἐκπλεῖν μηδέν.
决定之后,他们立即出发;他们在夜间抵达,从尼萨亚推出船只,但并没有像原计划那样向培拉尤斯航行,因为害怕危险(据说也有风阻碍了他们),而是驶向了面向麦加拉的萨拉米斯海岬;海岬上有一座堡垒和三艘船只组成的防守力量,用以阻止任何船只为麦加拉人进出。
τῷ τε φρουρίῳ προσέβαλον καὶ τὰς τριήρεις ἀφείλκυσαν κενάς, τήν τε ἄλλην Σαλαμῖνα ἀπροσδοκήτοις ἐπιπεσόντες ἐπόρθουν.
他们袭击了这座堡垒,拖走了空无一人的三段铎船,并出其不意地袭击了萨拉米斯的其他地方,进行了掠夺。

词汇与语法注释

  1. §2.93.2λαβόντα τῶν ναυτῶν ἕκαστον ... ἀφικομένους ... καθελκύσαντας — 前半部分的分词 λαβόντα 采用单数,以与不定式从句的主语 ἕκαστον(单数宾格)一致,但后半部分的分词 ἀφικομένους 和 καθελκύσαντας 则转为了复数宾格。这是根据意义一致(constructio ad sensum)的用法,指代 ἕκαστον 所隐含的水兵整体。
  2. §2.93.3μὴ οὐκ ἂν προαισθέσθαι — 在先行的否定表达 οὔτε προσδοκία 之后,双重否定 μὴ οὐκ 加上不定式构成强烈的肯定(“不可能不提前被察觉”,即必定会被察觉)。同时,ἂν 修饰不定式 προαισθέσθαι,表示潜在的可能性或虚拟语气。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §2.93.1-2.93.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.93.1-2.93.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。