§2.95.1ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους, τοῦ χειμῶνος τούτου ἀρχομένου, Σιτάλκης ὁ Τήρεω Ὀδρύσης Θρᾳκῶν βασιλεὺς ἐστράτευσεν ἐπὶ Περδίκκαν τὸν Ἀλεξάνδρου Μακεδονίας βασιλέα καὶ ἐπὶ Χαλκιδέας τοὺς ἐπὶ Θρᾴκης, δύο ὑποσχέσεις τὴν μὲν βουλόμενος ἀναπρᾶξαι, τὴν δὲ αὐτὸς ἀποδοῦναι.
大约在同一时期,在这个冬季开始时,色雷斯人的国王、特雷斯的儿子、奥德里西亚人西塔尔克斯,对亚历山大之子、马其顿国王佩尔迪卡斯以及色雷斯地区的卡尔基迪斯人发动了远征。 他想要索取两项诺言中的一项,而由他自己履行另一项。
§2.95.2ὅ τε γὰρ Περδίκκας αὐτῷ ὑποσχόμενος, εἰ Ἀθηναίοις τε διαλλάξειεν ἑαυτὸν κατ’ ἀρχὰς τῷ πολέμῳ πιεζόμενον καὶ Φίλιππον τὸν ἀδελφὸν αὐτοῦ πολέμιον ὄντα μὴ καταγάγοι ἐπὶ βασιλείᾳ, ἃ ὑπεδέξατο οὐκ ἐπετέλει· τοῖς τε Ἀθηναίοις αὐτὸς ὡμολογήκει, ὅτε τὴν ξυμμαχίαν ἐποιεῖτο, τὸν ἐπὶ Θρᾴκης Χαλκιδικὸν πόλεμον καταλύσειν.
因为,佩尔迪卡斯虽然曾向西塔尔克斯许诺——条件是西塔尔克斯在战争初期佩尔迪卡斯陷入困境时使他与雅典人讲和,并且不让他那敌对的兄弟菲力归国继承王位——却并没有履行他所承诺的事;而西塔尔克斯自己,在结盟时也曾向雅典人保证,他将结束色雷斯地区的卡尔基迪基战争。
§2.95.3ἀμφοτέρων οὖν ἕνεκα τὴν ἔφοδον ἐποιεῖτο καὶ τόν τε Φιλίππου υἱὸν Ἀμύνταν ὡς ἐπὶ βασιλείᾳ τῶν Μακεδόνων ἦγε καὶ τῶν Ἀθηναίων πρέσβεις, οἳ ἔτυχον παρόντες τούτων ἕνεκα, καὶ ἡγεμόνα Ἅγνωνα· ἔδει γὰρ καὶ τοὺς Ἀθηναίους ναυσί τε καὶ στρατιᾷ ὡς πλείστῃ ἐπὶ τοὺς Χαλκιδέας παραγενέσθαι.
因此,为了这两个原因,他发动了进攻,不仅带着菲力的儿子阿明塔斯,意图立他为马其顿国王,还带着为此事恰好在场的雅典使节,以及作为指挥官的哈格农;因为雅典人也应当派遣船只和尽可能多的军队,共同对付卡尔基迪斯人。