§2.88.1τοιαῦτα μὲν τοῖς Πελοποννησίοις οἱ ἄρχοντες παρεκελεύσαντο.
伯罗奔尼撒人的指挥官们以此鼓励了他们。
ὁ δὲ Φορμίων δεδιὼς καὶ αὐτὸς τὴν τῶν στρατιωτῶν ὀρρωδίαν καὶ αἰσθόμενος ὅτι τὸ πλῆθος τῶν νεῶν κατὰ σφᾶς αὐτοὺς ξυνιστάμενοι ἐφοβοῦντο, ἐβούλετο ξυγκαλέσας θαρσῦναί τε καὶ παραίνεσιν ἐν τῷ παρόντι ποιήσασθαι.
而福尔米奥自身也担心着士兵们的恐惧,并且察觉到士兵们自己聚集在一起,对敌船的数量感到害怕,于是他希望召集他们,予以鼓励,并在目前的情况下对他们进行训示。
§2.88.2πρότερον μὲν γὰρ αἰεὶ αὐτοῖς ἔλεγε καὶ προπαρεσκεύαζε τὰς γνώμας ὡς οὐδὲν αὐτοῖς πλῆθος νεῶν τοσοῦτον, ἢν ἐπιπλέῃ, ὅτι οὐχ ὑπομενετέον ἐστί, καὶ οἱ στρατιῶται ἐκ πολλοῦ ἐν σφίσιν αὐτοῖς τὴν ἀξίωσιν ταύτην εἰλήφεσαν, μηδένα ὄχλον Ἀθηναῖοι ὄντες Πελοποννησίων νεῶν ὑποχωρεῖν·
因为在此之前,他总是对他们说,并预先给他们的思想做好准备,即无论敌船数量多么庞大,即使向他们袭来,也没有庞大到他们不能抵挡的程度;而士兵们自己也早已在彼此之间树立了这样一种自豪感,即作为雅典人,他们绝不在伯罗奔尼撒人船只的任何大群面前退却。
§2.88.3τότε δὲ πρὸς τὴν παροῦσαν ὄψιν ὁρῶν αὐτοὺς ἀθυμοῦντας ἐβούλετο ὑπόμνησιν ποιήσασθαι τοῦ θαρσεῖν, καὶ ξυγκαλέσας τοὺς Ἀθηναίους ἔλεγε τοιάδε.
但这一次,看到他们面对眼前的景象而气馁,他希望让他们重新想起要保持勇气,于是召集了雅典人,对他们说了以下的话。