§2.84.1οἱ δ’ Ἀθηναῖοι κατὰ μίαν ναῦν τεταγμένοι περιέπλεον αὐτοὺς κύκλῳ καὶ ξυνῆγον ἐς ὀλίγον, ἐν χρῷ αἰεὶ παραπλέοντες καὶ δόκησιν παρέχοντες αὐτίκα ἐμβαλεῖν· προείρητο δ᾽ αὐτοῖς ὑπὸ Φορμίωνος μὴ ἐπιχειρεῖν πρὶν ἂν αὐτὸς σημήνῃ.
雅典人排成单纵队,绕着他们循环航行,并逐渐将他们逼入狭窄的空间,始终贴近驶过,制造出即将进行撞击的假象;但福尔米奥事先曾对他们下令,在他自己发出信号之前不得发起进攻。
§2.84.2ἤλπιζε γὰρ αὐτῶν οὐ μενεῖν τὴν τάξιν, ὥσπερ ἐν γῇ πεζήν, ἀλλὰ ξυμπεσεῖσθαι πρὸς ἀλλήλας τὰς ναῦς καὶ τὰ πλοῖα ταραχὴν παρέξειν, εἴ τ’ ἐκπνεύσειεν ἐκ τοῦ κόλπου τὸ πνεῦμα, ὅπερ ἀναμένων τε περιέπλει καὶ εἰώθει γίγνεσθαι ἐπὶ τὴν ἕω, οὐδένα χρόνον ἡσυχάσειν αὐτούς·
因为他希望他们的阵形不会像陆地上的步兵那样保持稳定,而是船只彼此碰撞,小型轻捷船只引发混乱;而且,如果风从湾里吹来(他正是迎着风并等待着风而绕行,这风通常在黎明时分刮起),他们将片刻也无法安静。
καὶ τὴν ἐπιχείρησιν ἐφ’ ἑαυτῷ τε ἐνόμιζεν εἶναι, ὁπόταν βούληται, τῶν νεῶν ἄμεινον πλεουσῶν, καὶ τότε καλλίστην γίγνεσθαι.
他还认为,发起进攻的决定权完全在自己手中,只要他愿意随时可以进行,因为他的船只航行性能更好,而且此时将是最佳的时机。
§2.84.3ὡς δὲ τό τε πνεῦμα κατῄει καὶ αἱ νῆες ἐν ὀλίγῳ ἤδη οὖσαι ὑπ’ ἀμφοτέρων, τοῦ τε ἀνέμου τῶν τε πλοίων, ἅμα προσκειμένων ἐταράσσοντο, καὶ ναῦς τε νηὶ προσέπιπτε καὶ τοῖς κοντοῖς διεωθοῦντο, βοῇ τε χρώμενοι καὶ πρὸς ἀλλήλους ἀντιφυλακῇ τε καὶ λοιδορίᾳ οὐδὲν κατήκουον οὔτε τῶν παραγγελλομένων οὔτε τῶν κελευστῶν, καὶ τὰς κώπας ἀδύνατοι ὄντες ἐν κλύδωνι ἀναφέρειν ἄνθρωποι ἄπειροι τοῖς κυβερνήταις ἀπειθεστέρας τὰς ναῦς παρεῖχον, τότε δὴ κατὰ τὸν καιρὸν τοῦτον σημαίνει, καὶ οἱ Ἀθηναῖοι προσπεσόντες πρῶτον μὲν καταδύουσι τῶν στρατηγίδων νεῶν μίαν, ἔπειτα δὲ καὶ τὰς ἄλλας ᾗ χωρήσειαν διέφθειρον, καὶ κατέστησαν ἐς ἀλκὴν μὲν μηδένα τρέπεσθαι αὐτῶν ὑπὸ τῆς ταραχῆς, φεύγειν δὲ ἐς Πάτρας καὶ Δύμην τῆς Ἀχαΐας.
当风确实吹下来时,船只由于已经处于狭窄的空间,受到风和小型船只的双重挤压而陷入混乱,船与船相互碰撞,他们用长篙互相推开,大声叫喊、互相戒备和谩骂,既听不见号令也听不见口令员的指示,而那些缺乏经验的人,在风浪中无法收回船桨,使船只对舵手来说更加难以控制——就在这个关键时刻,他发出了信号。 雅典人发起猛攻,首先击沉了指挥官的一艘旗舰,随后在他们所到之处摧毁了其他船只,并使他们因陷入混乱而无一人转而反抗,而是逃往阿开亚的帕特雷和迪美。
§2.84.4οἱ δὲ Ἀθηναῖοι καταδιώξαντες καὶ ναῦς δώδεκα λαβόντες τούς τε ἄνδρας ἐξ αὐτῶν τοὺς πλείστους ἀνελόμενοι ἐς Μολύκρειον ἀπέπλεον, καὶ τροπαῖον στήσαντες ἐπὶ τῷ Ῥίῳ καὶ ναῦν ἀναθέντες τῷ Ποσειδῶνι ἀνεχώρησαν ἐς Ναύπακτον.
雅典人追击并俘获了十二艘船只,捞起其中大部分人员后,驶往莫利克里翁;他们在里翁竖立了凯旋碑,并向波塞冬献上一艘船,然后撤回诺帕克托斯。
§2.84.5παρέπλευσαν δὲ καὶ οἱ Πελοποννήσιοι εὐθὺς ταῖς περιλοίποις τῶν νεῶν ἐκ τῆς Δύμης καὶ Πατρῶν ἐς Κυλλήνην τὸ Ἠλείων ἐπίνειον· καὶ ἀπὸ Λευκάδος Κνῆμος καὶ αἱ ἐκείνων νῆες, ἃς ἔδει ταύταις ξυμμεῖξαι, ἀφικνοῦνται μετὰ τὴν ἐν Στράτῳ μάχην ἐς τὴν Κυλλήνην.
伯罗奔尼撒人也立即带着其余的船只从迪美和帕特雷驶往伊利斯人的港口基利尼;克奈摩斯和来自莱夫卡斯的那些本应与这支舰队会合的船只,也在斯特拉托斯战役后抵达了基利尼。