§2.82.1ἐπειδὴ δὲ νὺξ ἐγένετο, ἀναχωρήσας ὁ Κνῆμος τῇ στρατιᾷ κατὰ τάχος ἐπὶ τὸν Ἄναπον ποταμόν, ὃς ἀπέχει σταδίους ὀγδοήκοντα Στράτου, τούς τε νεκροὺς κομίζεται τῇ ὑστεραίᾳ ὑποσπόνδους, καὶ Οἰνιαδῶν ξυμπαραγενομένων κατὰ φιλίαν ἀναχωρεῖ παρ’ αὐτοὺς πρὶν τὴν ξυμβοήθειαν ἐλθεῖν.
当夜幕降临,克奈摩斯率领军队火速撤退到阿纳波斯河,该河距离斯特拉托斯有八十斯塔迪翁;次日,他在休战协定下收回了尸体,并且由于奥伊尼亚代人出于友好关系前来会合,他便在援军赶到之前撤退到他们那里。
κἀκεῖθεν ἐπ’ οἴκου ἀπῆλθον ἕκαστοι.
从那里,大家各自返回了自己的家园。
οἱ δὲ Στράτιοι τροπαῖον ἔστησαν τῆς μάχης τῆς πρὸς τοὺς βαρβάρους.
而斯特拉托斯人则为这场针对蛮族的战斗立起了凯旋碑。