Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §2.77.1-2.77.6

伯罗奔尼撒军火攻普拉提亚与暴雨灭火

第 223 段,共 917 段 · 希腊语

内容简介

由于攻城器械失效,伯罗奔尼撒人企图利用风势放火烧毁普拉提亚。大火几乎使城市覆灭,但突降的暴雨和雷电熄灭了火焰,普拉提亚人得以幸免于难。

§2.77.1μετὰ δὲ τοῦτο οἱ Πελοποννήσιοι, ὡς αἵ τε μηχαναὶ οὐδὲν ὠφέλουν καὶ τῷ χώματι τὸ ἀντιτείχισμα ἐγίγνετο, νομίσαντες ἄπορον εἶναι ἀπὸ τῶν παρόντων δεινῶν ἑλεῖν τὴν πόλιν πρὸς τὴν περιτείχισιν παρεσκευάζοντο.
此后,伯罗奔尼撒人看到攻城器械毫无用处,而针对土堤的对抗墙已经筑成,认为凭借目前的手段无法攻占该城,于是开始准备修筑包围墙。
§2.77.2πρότερον δὲ πυρὶ ἔδοξεν αὐτοῖς πειρᾶσαι εἰ δύναιντο πνεύματος γενομένου ἐπιφλέξαι τὴν πόλιν οὖσαν οὐ μεγάλην· πᾶσαν γὰρ δὴ ἰδέαν ἐπενόουν, εἴ πως σφίσιν ἄνευ δαπάνης καὶ πολιορκίας προσαχθείη.
但在此之前,他们决定先用火试一试,看看如果在有风的情况下,是否能烧毁这座并不大的城市;因为他们正在设想一切可能的办法,看是否能以某种方式在不费分文和不进行围攻的情况下使其降伏。
§2.77.3φοροῦντες δὲ ὕλης φακέλους παρέβαλον ἀπὸ τοῦ χώματος ἐς τὸ μεταξὺ πρῶτον τοῦ τείχους καὶ τῆς προσχώσεως, ταχὺ δὲ πλήρους γενομένου διὰ πολυχειρίαν ἐπιπαρένησαν καὶ τῆς ἄλλης πόλεως ὅσον ἐδύναντο ἀπὸ τοῦ μετεώρου πλεῖστον ἐπισχεῖν, ἐμβαλόντες δὲ πῦρ ξὺν θείῳ καὶ πίσσῃ ἧψαν τὴν ὕλην.
他们搬运柴捆,首先从土堤上扔进城墙与土堤之间的空隙,由于人手众多,空隙很快被填满,于是他们又从高处尽可能多地将其堆放到城市其他能够得着的地方,并投入硫黄和沥青,点燃了柴火。
§2.77.4καὶ ἐγένετο φλὸξ τοσαύτη ὅσην οὐδείς πω ἔς γε ἐκεῖνον τὸν χρόνον χειροποίητον εἶδεν· ἤδη γὰρ ἐν ὄρεσιν ὕλη τριφθεῖσα ὑπ’ ἀνέμων πρὸς αὑτὴν ἀπὸ ταὐτομάτου πῦρ καὶ φλόγα ἀπ᾽ αὐτοῦ ἀνῆκεν.
于是燃起了巨大的火焰,那是截至当时人们从未见过的人为制造的熊熊烈火;因为在山中,树木因风吹而相互摩擦,自发产生火并由此放出火焰的事,此前已是常有的。
§2.77.5τοῦτο δὲ μέγα τε ἦν καὶ τοὺς Πλαταιᾶς τἆλλα διαφυγόντας ἐλαχίστου ἐδέησε διαφθεῖραι· ἐντὸς γὰρ πολλοῦ χωρίου τῆς πόλεως οὐκ ἦν πελάσαι, πνεῦμά τε εἰ ἐπεγένετο αὐτῇ ἐπίφορον, ὅπερ καὶ ἤλπιζον οἱ ἐναντίοι, οὐκ ἂν διέφυγον.
而这火势巨大,差点把躲过了其他危险的普拉提亚人全部消灭;因为在城市的很大范围内,人在内侧根本无法靠近,而且如果刮起顺风(这正是敌人所期盼的),他们就无法幸免了。
§2.77.6νῦν δὲ καὶ τόδε λέγεται ξυμβῆναι, ὕδωρ [ἐξ οὐρανοῦ] πολὺ καὶ βροντὰς γενομένας σβέσαι τὴν φλόγα καὶ οὕτω παυσθῆναι τὸν κίνδυνον.
但实际上,据说还发生了这样的事:天上降下大雨,雷声大作,熄灭了火焰,危险才得以平息。

词汇与语法注释

  1. §2.77.1νομίσαντες ἄπορον εἶναι ἀπὸ τῶν παρόντων δεινῶν ἑλεῖν τὴν πόλιν — 意为“认为凭借目前的手段(或从当前的困境来看)无法攻占该城”。短语 ἀπὸ τῶν παρόντων δεινῶν 指的是他们迄今为止所使用的攻城器械和土堤等强攻手段(δεινά),或者表示基于当前陷入僵局的形势作出的判断。
  2. §2.77.2πᾶσαν γὰρ δὴ ἰδέαν ἐπενόουν, εἴ πως σφίσιν ἄνευ δαπάνης καὶ πολιορκίας προσαχθείη — 由 εἴ(如果)引导的希求法从句(προσαχθείη)起到了类似于间接疑问句的作用,对应主句的未完成过去时(ἐπενόουν),表达了一种意图或期盼(“看是否能以某种方式……”)。σφίσιν(第三人称复数反身代词,与格)指代主句主语伯罗奔尼撒人自身,而 προσαχθείη(προσάγω 的被动希求法)意为“被降伏、被争取过来”。
  3. §2.77.3τῆς ἄλλης πόλεως ὅσον ἐδύναντο ἀπὸ τοῦ μετεώρου πλεῖστον ἐπισχεῖν — 部分属格 τῆς ἄλλης πόλεως 并非直接作动词 ἐπιπαρένησαν(在上面进一步堆积)的宾语,而是修饰后续不定式从句中的 πλεῖστον(最大范围)。不定式 ἐπισχεῖν(源自 ἐπέχω,“波及、覆盖”)表示结果或目的,整句意为“在他们能从高处(ἀπὸ τοῦ μετεώρου)所够得着的(ὅσον ἐδύναντο)城市其他部分的最大范围内”。
  4. §2.77.4πῦρ καὶ φλόγα ἀπ᾽ αὐτοῦ ἀνῆκεν — 过去时(aorist)动词 ἀνῆκεν 在此用作“格言过去时(gnomic aorist)”,表达普遍真理或自然规律,亦可理解为对已知既往事实的陈述。此处用于解释山林中自然起火的现象,以此与主句中提到的人为之火(χειροποίητον)作对比。
  5. §2.77.5ἐλαχίστου ἐδέησε διαφθεῖραι — 基于非人称动词 δεῖ(缺少)带属格的惯用表达,表示“差点就……”。此处使用过去时(ἐδέησε),字面意思是“在毁灭(他们)方面只差极少的一点”,即“差一点就把他们毁灭了”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §2.77.1-2.77.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.77.1-2.77.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。