Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §2.72.1-2.72.3

阿基达马斯劝普拉提亚中立与提出的新方案

第 218 段,共 917 段 · 希腊语

内容简介

阿基达马斯向普拉提亚人提出保持中立以换取和平,但普拉提亚人因妇孺在雅典及担忧敌国威胁而拒绝。随后阿基达马斯提出新方案,建议在战争期间由斯巴达代管其所有财产并支付地租,允许其居民暂时迁往他处。

§2.72.1τοσαῦτα εἰπόντων τῶν Πλαταιῶν Ἀρχίδαμος ὑπολαβὼν εἶπεν· ‘δίκαια λέγετε, ὦ ἄνδρες Πλαταιῆς, ἢν ποιῆτε ὁμοῖα τοῖς λόγοις.
普拉提亚人说完这些话后,阿基达马斯接着说道:“普拉提亚人啊,如果你们的行动与言语一致,那么你们所说的话是公正的。
καθάπερ γὰρ Παυσανίας ὑμῖν παρέδωκεν, αὐτοί τε αὐτονομεῖσθε καὶ τοὺς ἄλλους ξυνελευθεροῦτε, ὅσοι μετασχόντες τῶν τότε κινδύνων ὑμῖν τε ξυνώμοσαν καὶ εἰσὶ νῦν ὑπ’ Ἀθηναίοις, παρασκευή τε τοσήδε καὶ πόλεμος γεγένηται αὐτῶν ἕνεκα καὶ τῶν ἄλλων ἐλευθερώσεως.
因为正如保萨尼阿斯留给你们的那样,你们自己要保持自治,并要帮助解放其他所有人——即那些当时与你们共同承担危险、同你们宣誓,而如今却在雅典人统治下的人。 事实上,如此巨大的准备和战争正是为了他们以及其他人的解放而发起的。
ἧς μάλιστα μὲν μετασχόντες καὶ αὐτοὶ ἐμμείνατε τοῖς ὅρκοις·
对于这一解放,你们自己最好也参与进来,并坚守誓言。
εἰ δὲ μή, ἅπερ καὶ πρότερον ἤδη προυκαλεσάμεθα, ἡσυχίαν ἄγετε νεμόμενοι τὰ ὑμέτερα αὐτῶν, καὶ ἔστε μηδὲ μεθ’ ἑτέρων, δέχεσθε δὲ ἀμφοτέρους φίλους, ἐπὶ πολέμῳ δὲ μηδετέρους.
否则,正如我们此前已经向你们提议的那样,你们应当保持安宁,享受你们自己的财产,不偏向任何一方,将双方都视为朋友,但在战争中不接纳任何一方。
καὶ τάδε ἡμῖν ἀρκέσει.
这样对我们来说就足够了。
§2.72.2ὁ μὲν Ἀρχίδαμος τοσαῦτα εἶπεν·
” 阿基达马斯说了这些话。
οἱ δὲ Πλαταιῶν πρέσβεις ἀκούσαντες ταῦτα ἐσῆλθον ἐς τὴν πόλιν, καὶ τῷ πλήθει τὰ ῥηθέντα κοινώσαντες ἀπεκρίναντο αὐτῷ ὅτι ἀδύνατα σφίσιν εἴη ποιεῖν ἃ προκαλεῖται ἄνευ Ἀθηναίων (παῖδες γὰρ σφῶν καὶ γυναῖκες παρ’ ἐκείνοις εἶεν), δεδιέναι δὲ καὶ περὶ τῇ πάσῃ πόλει μὴ ἐκείνων ἀποχωρησάντων Ἀθηναῖοι ἐλθόντες σφίσιν οὐκ ἐπιτρέπωσιν, ἢ Θηβαῖοι, ὡς ἔνορκοι ὄντες κατὰ τὸ ἀμφοτέρους δέχεσθαι, αὖθις σφῶν τὴν πόλιν πειράσωσι καταλαβεῖν.
普拉提亚的使者听后进入城内,向民众转达了这些话,然后答复他说,如果没有雅典人,他们不可能做到他所提议的事(因为他们的妇孺都在雅典人那里);他们还说,他们也为整个城市的安危感到担忧,害怕在波洛奔尼撒人撤退后,雅典人会前来,不容许他们保持中立,或者底比斯人会以双方都应接纳的誓约为借口,企图再次占领他们的城市。
§2.72.3ὁ δὲ θαρσύνων αὐτοὺς πρὸς ταῦτα ἔφη· ‘ὑμεῖς δὲ πόλιν μὲν καὶ οἰκίας ἡμῖν παράδοτε τοῖς Λακεδαιμονίοις, καὶ γῆς ὅρους ἀποδείξατε καὶ δένδρα ἀριθμῷ τὰ ὑμέτερα καὶ ἄλλο εἴ τι δυνατὸν ἐς ἀριθμὸν ἐλθεῖν·
然而,阿基达马斯安抚他们,对他们说:“你们要把城市和房屋交给我们拉刻代蒙人,并指出你们土地的边界,清点你们的树木数量,以及其他任何可以清点出来的东西。
αὐτοὶ δὲ μεταχωρήσατε ὅποι βούλεσθε, ἕως ἂν ὁ πόλεμος ᾖ·
你们自己则在战争期间迁往你们想去的任何地方。
ἐπειδὰν δὲ παρέλθῃ, ἀποδώσομεν ὑμῖν ἃ ἂν παραλάβωμεν.
一旦战争结束,我们将把接管的所有东西归还给你们。
μέχρι δὲ τοῦδε ἕξομεν παρακαταθήκην, ἐργαζόμενοι καὶ φορὰν φέροντες ἣ ἂν ὑμῖν μέλλῃ ἱκανὴ ἔσεσθαι.
在此之前,我们将把这些财产作为寄存物保管,由我们来耕作,并向你们支付足够你们生活的地租。

词汇与语法注释

  1. 2.72.1αὐτονομεῖσθε καὶ τοὺς ἄλλους ξυνελευθεροῦτε — 在形态上,这些词可以解释为现在时直陈语气或命令语气。然而,考虑到后文与之并列的不定过去时命令语气 ἐμμείνατε(坚守),以及阿基达马斯提出条件的语境,应将其理解为命令语气(“你们要保持自治,并要解放他人”)。
  2. 2.72.1ἧς μάλιστα μὲν μετασχόντες — 关系代词 ἧς(属格、阴性、单数)指代前文的名词 ἐλευθερώσεως(解放),并在句中受分词 μετασχόντες 的支配而使用属格。
  3. 2.72.2δεδιέναι δὲ — 不定式 δεδιέναι 接在前面的 ἀπεκρίναντο ὅτι...(答复说……)之后,作为间接引语的不定式结构,表示普拉提亚使者的担忧,其逻辑主语是使者们。
  4. 2.72.2ὡς ἔνορκοι ὄντες — 此处使用 ὡς 搭配分词 ὄντες 表示主观理由或借口,指普拉提亚人担心底比斯人会以“依据协定双方都应接纳的誓约”为名义来侵占城市。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §2.72.1-2.72.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.72.1-2.72.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。