Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §2.70.1-2.70.4

波提狄亚的投降与居民撤离

第 216 段,共 917 段 · 希腊语

内容简介

被包围至极度饥荒的波提狄亚人向雅典将领提议投降,双方达成协议,允许居民携带有限的衣服撤离。雅典公民因将领擅自媾和而予以谴责,后向波提狄亚派驻了自己的殖民者。

§2.70.1τοῦ δ’ αὐτοῦ χειμῶνος οἱ Ποτειδεᾶται ἐπειδὴ οὐκέτι ἐδύναντο πολιορκούμενοι ἀντέχειν, ἀλλ’ αἵ τε ἐς τὴν Ἀττικὴν ἐσβολαὶ Πελοποννησίων οὐδὲν μᾶλλον ἀπανίστασαν τοὺς Ἀθηναίους ὅ τε σῖτος ἐπελελοίπει, καὶ ἄλλα τε πολλὰ ἐπεγεγένητο αὐτόθι ἤδη βρώσεως πέρι ἀναγκαίας καί τινες καὶ ἀλλήλων ἐγέγευντο, οὕτω δὴ λόγους προσφέρουσι περὶ ξυμβάσεως τοῖς στρατηγοῖς τῶν Ἀθηναίων τοῖς ἐπὶ σφίσι τεταγμένοις, Ξενοφῶντί τε τῷ Εὐριπίδου καὶ Ἑστιοδώρῳ τῷ Ἀριστοκλείδου καὶ Φανομάχῳ τῷ Καλλιμάχου.
在同一个冬季,波提狄亚人由于被包围而再也无法坚持下去——因为伯罗奔尼撒人对阿提卡的入侵丝毫未能使雅典人撤军,且粮食已经吃光,当地在维持生存所需的食物方面已经发生了许多其他惨状,甚至有人开始互相吞食——于是他们向奉命对付他们的雅典将领,即欧里庇得斯之子色诺芬、阿里斯托克莱得斯之子赫斯提奥多鲁斯和卡利马科斯之子法诺马库斯,提出了关于达成协议的谈判。
§2.70.2οἱ δὲ προσεδέξαντο, ὁρῶντες μὲν τῆς στρατιᾶς τὴν ταλαιπωρίαν ἐν χωρίῳ χειμερινῷ, ἀνηλωκυίας δὲ ἤδη τῆς πόλεως δισχίλια τάλαντα ἐς τὴν πολιορκίαν.
将领们接受了提议,因为他们一方面看到军队在冬天的严酷地方受苦,另一方面城邦已经在包围战中耗费了两千塔兰同。
§2.70.3ἐπὶ τοῖσδε οὖν ξυνέβησαν, ἐξελθεῖν αὐτοὺς καὶ παῖδας καὶ γυναῖκας καὶ τοὺς ἐπικούρους ξὺν ἑνὶ ἱματίῳ, γυναῖκας δὲ ξὺν δυοῖν, καὶ ἀργύριόν τι ῥητὸν ἔχοντας ἐφόδιον.
因此,他们达成了如下协议:他们本人连同子女、妻子以及辅助部队,每人限带一件衣服(妇女带两件)撤离,并携带一定数额的规定款项作为路费。
§2.70.4καὶ οἱ μὲν ὑπόσπονδοι ἐξῆλθον ἔς τε τὴν Χαλκιδικὴν καὶ ᾗ ἕκαστος ἐδύνατο·
于是,他们在休战协定下撤离,前往哈尔基季基以及各人所能到达的地方。
Ἀθηναῖοι δὲ τούς τε στρατηγοὺς ἐπῃτιάσαντο ὅτι ἄνευ αὐτῶν ξυνέβησαν (ἐνόμιζον γὰρ ἂν κρατῆσαι τῆς πόλεως ᾗ ἐβούλοντο), καὶ ὕστερον ἐποίκους ἔπεμψαν ἑαυτῶν ἐς τὴν Ποτείδαιαν καὶ κατῴκισαν.
然而,雅典人指责将领们未经他们同意就达成了协议(因为他们认为本可以按照自己希望的方式攻占该城),后来他们派遣了自己的殖民者到波提狄亚并定居下来。
ταῦτα μὲν ἐν τῷ χειμῶνι ἐγένετο, καὶ [τὸ] δεύτερον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε ὃν Θουκυδίδης ξυνέγραψεν.
这些事发生在冬季,修昔底德所著的这场战争的第二年便宣告结束。

词汇与语法注释

  1. §2.70.1ἀλλήλων ἐγέγευντο — 动词 γεύομαι(品尝、食用)直接支配属格宾语 ἀλλήλων。在此语境中,它极具画面感地描述了极端饥荒下“人相食”的惨状。
  2. §2.70.2ἀνηλωκυίας δὲ ἤδη τῆς πόλεως — 由名词 τῆς πόλεως 和完成时主动分词阴性属格单数 ἀνηλωκυίας(源自 ἀναλίσκω,“消耗”)构成的属格绝对结构。它解释了因果或背景状况,即与主句主语(将领们)不同的主体“雅典城邦”此时已经为这场包围战耗费了巨资(两千塔兰同)。
  3. §2.70.4ἂν κρατῆσαι — 作为表示思考的动词 ἐνόμιζον 的宾语的不定式结构(省略了主格对格 ἑαυτούς),其中不定式不定过去时 κρατῆσαι 伴随有语气词 ἄν。这代表了间接引语中对过去未实现情况(原为 ἂν ἐκράτησαν,“本可以攻占”)的转化。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §2.70.1-2.70.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.70.1-2.70.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。