§2.69.1τοῦ δ’ ἐπιγιγνομένου χειμῶνος Ἀθηναῖοι ναῦς ἔστειλαν εἴκοσι μὲν περὶ Πελοπόννησον καὶ Φορμίωνα στρατηγόν, ὃς ὁρμώμενος ἐκ Ναυπάκτου φυλακὴν εἶχε μήτ’ ἐκπλεῖν ἐκ Κορίνθου καὶ τοῦ Κρισαίου κόλπου μηδένα μήτ’ ἐσπλεῖν, ἑτέρας δὲ ἓξ ἐπὶ Καρίας καὶ Λυκίας καὶ Μελήσανδρον στρατηγόν, ὅπως ταῦτά τε ἀργυρολογῶσι καὶ τὸ λῃστικὸν τῶν Πελοποννησίων μὴ ἐῶσιν αὐτόθεν ὁρμώμενον βλάπτειν τὸν πλοῦν τῶν ὁλκάδων τῶν ἀπὸ Φασήλιδος καὶ Φοινίκης καὶ τῆς ἐκεῖθεν ἠπείρου.
在接下来的冬季,雅典人向伯罗奔尼撒周围派遣了二十艘船及将军福尔米翁,他以瑙帕克托斯为基地,进行监视,以防任何人从科林斯和克里萨湾驶出或驶入。 他们还向卡里亚和吕基亚派遣了另外六艘船及将军梅莱桑德,以便从这些地区征集资金,并阻止以该地为基地的伯罗奔尼撒私掠船危害从法塞利斯、腓尼基及该方向内陆驶来的商船的航行。
§2.69.2ἀναβὰς δὲ στρατιᾷ Ἀθηναίων τε τῶν ἀπὸ τῶν νεῶν καὶ τῶν ξυμμάχων ἐς τὴν Λυκίαν ὁ Μελήσανδρος ἀποθνῄσκει καὶ τῆς στρατιᾶς μέρος τι διέφθειρε νικηθεὶς μάχῃ.
梅莱桑德率领由船上的雅典人及盟友组成的军队向吕基亚内陆进军,但在战斗中被击败阵亡,并损失了其一部分军队。