§2.68.1κατὰ δὲ τοὺς αὐτοὺς χρόνους, τοῦ θέρους τελευτῶντος, καὶ Ἀμπρακιῶται αὐτοί τε καὶ τῶν βαρβάρων πολλοὺς ἀναστήσαντες ἐστράτευσαν ἐπ’ Ἄργος τὸ Ἀμφιλοχικὸν καὶ τὴν ἄλλην Ἀμφιλοχίαν.
与此同时,在夏天结束时,安布拉基亚人自己以及他们所动员的许多蛮族,向阿姆菲洛基亚的阿哥斯及阿姆菲洛基亚的其他地区发动了远征。
§2.68.2ἔχθρα δὲ πρὸς τοὺς Ἀργείους ἀπὸ τοῦδε αὐτοῖς ἤρξατο πρῶτον γενέσθαι.
他们对阿哥斯人的敌意,最初是由以下原因开始产生的。
§2.68.3Ἄργος τὸ Ἀμφιλοχικὸν καὶ Ἀμφιλοχίαν τὴν ἄλλην ἔκτισε μὲν μετὰ τὰ Τρωικὰ οἴκαδε ἀναχωρήσας καὶ οὐκ ἀρεσκόμενος τῇ ἐν Ἄργει καταστάσει Ἀμφίλοχος ὁ Ἀμφιάρεω ἐν τῷ Ἀμπρακικῷ κόλπῳ, ὁμώνυμον τῇ ἑαυτοῦ πατρίδι Ἄργος ὀνομάσας
阿姆菲洛基亚的阿哥斯和阿姆菲洛基亚的其他地区,是阿姆菲亚拉奥斯之子阿姆菲洛科斯在特洛伊战争后返回家乡时,因不满阿哥斯的局势而于安布拉基亚湾创建的,并以自己的祖国之名为其命名为阿哥斯。
§2.68.4(καὶ ἦν ἡ πόλις αὕτη μεγίστη τῆς Ἀμφιλοχίας καὶ τοὺς δυνατωτάτους εἶχεν οἰκήτορας),
(而这座城市是阿姆菲洛基亚最大的一座,并拥有最强大的居民。
§2.68.5ὑπὸ ξυμφορῶν δὲ πολλαῖς γενεαῖς ὕστερον πιεζόμενοι Ἀμπρακιώτας ὁμόρους ὄντας τῇ Ἀμφιλοχικῇ ξυνοίκους ἐπηγάγοντο, καὶ ἡλληνίσθησαν τὴν νῦν γλῶσσαν τότε πρῶτον ἀπὸ τῶν Ἀμπρακιωτῶν ξυνοικησάντων·
)但是,在许多代之后,他们因遭受灾祸而陷入困境,便邀请邻近的安布拉基亚人作为共同居住者。 正是从那时起,由于与安布拉基亚人共同居住,他们才第一次学会了现在使用的希腊语言。
οἱ δὲ ἄλλοι Ἀμφίλοχοι βάρβαροί εἰσιν.
而其他的阿姆菲洛基亚人则是蛮族。
§2.68.6ἐκβάλλουσιν οὖν τοὺς Ἀργείους οἱ Ἀμπρακιῶται χρόνῳ καὶ αὐτοὶ ἴσχουσι τὴν πόλιν.
因此,随着时间的推移,安布拉基亚人驱逐了阿哥斯人,并自己占领了这座城市。
§2.68.7οἱ δ’ Ἀμφίλοχοι γενομένου τούτου διδόασιν ἑαυτοὺς Ἀκαρνᾶσι, καὶ προσπαρακαλέσαντες ἀμφότεροι Ἀθηναίους, οἳ αὐτοῖς Φορμίωνά τε στρατηγὸν ἔπεμψαν καὶ ναῦς τριάκοντα, ἀφικομένου [δὲ] τοῦ Φορμίωνος αἱροῦσι κατὰ κράτος Ἄργος καὶ τοὺς Ἀμπρακιώτας ἠνδραπόδισαν, κοινῇ τε ᾤκισαν αὐτὸ Ἀμφίλοχοι καὶ Ἀκαρνᾶνες.
这件事发生后,阿姆菲洛基亚人归顺了阿卡纳尼亚人,双方共同向雅典人请求援助。 雅典人派去了将军福尔米翁和三十艘船。 福尔米翁抵达后,他们合力攻克了阿哥斯,并将安布拉基亚人降为奴隶,由阿姆菲洛基亚人和阿卡纳尼亚人共同在此居住。
§2.68.8μετὰ δὲ τοῦτο ἡ ξυμμαχία πρῶτον ἐγένετο Ἀθηναίοις καὶ Ἀκαρνᾶσιν.
在此之后,雅典人与阿卡纳尼亚人之间首次结成了同盟。
§2.68.9οἱ δὲ Ἀμπρακιῶται τὴν μὲν ἔχθραν ἐς τοὺς Ἀργείους ἀπὸ τοῦ ἀνδραποδισμοῦ σφῶν αὐτῶν πρῶτον ἐποιήσαντο, ὕστερον δὲ ἐν τῷ πολέμῳ τήνδε τὴν στρατείαν ποιοῦνται αὑτῶν τε καὶ Χαόνων καὶ ἄλλων τινῶν τῶν πλησιοχώρων βαρβάρων·
安布拉基亚人对阿哥斯人的敌意最初源于他们自己被降为奴隶一事,后来在这次战争中,他们动员了自己、哈奥尼亚人以及其他一些邻近的蛮族进行了这次远征。
ἐλθόντες τε πρὸς τὸ Ἄργος τῆς μὲν χώρας ἐκράτουν, τὴν δὲ πόλιν ὡς οὐκ ἐδύναντο ἑλεῖν προσβαλόντες, ἀπεχώρησαν ἐπ’ οἴκου καὶ διελύθησαν κατὰ ἔθνη.
他们来到阿哥斯,控制了该地乡村,但由于在进攻城市时未能攻克,便撤回了家园,并按部族各自解散。
τοσαῦτα μὲν ἐν τῷ θέρει ἐγένετο.
夏天发生的事情就是这些。